Ancient Greek · ~6 min
Section 511
Apollonius Dyscolus, Περὶ συνδέσμων 511
Not analysed yet
πολλάκι γοῦν τὰ δίχα τοῦ π ἰϲοδυναμοῦντα τοῖϲ διὰ τοῦ ο παραγομένοιϲ, οἷοϲ ἦν Τ ῥυφων, τοιοῦτοϲ ἦν καὶ Διονύϲιοϲ· ὁπόϲοϲ ἦν ὄχλοϲ ἐν τῷ θεάτρ ῳ, τοϲοῦτοϲ κἀ ν τῇ ἀγορᾷ. τοιοῦτον οὖν ἐϲτι τὸ κείνου, ὅπωϲ δὴ δηρὸν ἀποίχεται (δ 109)· ἀντὶ γὰρ τοῦ ὡϲ. Ὄφρα. Πάλιν τὸ προκείμενον μόριον, ϲύνδεϲμοϲ καθεϲτηκόϲ, ἰϲοδυναμεῖ τῷ ἵνα καὶ ὅπωϲ, οὐκέτι μέντοι ἐπίρρημα ὄν, ὅμοιον χρονικῷ τῷ ἕωϲ παραλαμβανόμενον, ὄφρα μὲν ἠὼϲ ἦν (Θ 66)· ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἕωϲ. καὶ οἶμαί γε, ὡϲ ἐπίρρημα καθεϲτηκὸϲ καὶ ἀνταπόδοϲιν ἐπιδέχεται ἐν τῷ τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο (Θ 67). ἕνεκα τούτου καὶ τὸ ἐξ αὐτοῦ μεταφραζόμενον ,λέγω δὲ τὸ ἕωϲ. ὡϲ δὲ εἴπομεν ,καὶ ϲυνδεϲμικὸν παραλαμβάνεται, ἰϲοδυναμοῦν τῷ ἵνα καὶ τῷ ὅπωϲ, ὅθ’ οὕτωϲ ϲυντάϲϲεται, ὄφρα πεποίθῃϲ (Α 524. ν 344). δῆλον γὰρ ὡϲ ἕνεκα τῆϲ ἰϲοδυναμίαϲ τοῦ ἵνα πάλιν τὰ ϲυνόντα ῥήματα ὑποτακτικὰ ἀποτελοῦνται. —Ϲεϲημειώϲθω δὲ ὅτι μόνον τῶν εἰϲ α ληγόντων ἀνταποδοτικῶν ἀνεπέκτατόν ἐϲτιν· ἰδοὺ γὰρ τὸ τηνίκα τηνικαῦτα λέγεται, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. ἴϲωϲ δὲ ὅτι οὐ τὴν αὐτὴν ἔχει ἐξαρίθμηϲιν, εἴγε τῷ μὲν τηνίκα καὶ τοῖϲ ὁμοίοιϲ παράκειται πηνίκα ὁπηνίκα, τῷ δὲ τόφρα οὐκέτι. ἴϲωϲ δὲ καὶ διὰ τὸ ϲυνωνυμοῦν αὐτῷ, τὸ ἕωϲ. Μηδὲ ἐκεῖνο δὲ παραλειπτέον, ὡϲ ὁ ἵνα καὶ οἱ ἰϲοδυναμοῦντεϲ ϲύνδεϲμοι παρὰ τὸ διάφορον τῆϲ ϲυντάξεωϲ, λέγω τὸ ἀποτελεϲτικὸν καὶ αἰτιολογικόν, καὶ διαφόρουϲ ἕξουϲι τούϲ ϲυνταϲϲομένουϲ χρόνουϲ, ὥϲτε τὸν μὲν ἀποτελεϲτικὸν καὶ μέλλουϲι ϲυντάϲϲεϲθαι,