Ancient Greek
Section 512
Apollonius Dyscolus, Περὶ συνδέσμων 512
Not analysed yet
τὸν δὲ αἰτιολογικὸν λεγόμενον παρῳχημένοιϲ· τὰ γὰρ γεγονότα αἰτιολογεῖται. ὁ γοῦν λέγων ἵνα γράψω ταῦτά μοι ἐγένετο, ὁμολογεῖ τὸ ἤδη γεγραφέναι, ὥϲτε ἐνήργηϲεν ἤδη τὸ ἔγραψα καὶ αἰτίαν κατ’ αὐτοῦ ἐπήγαγε· τὸ μέντοι οὕτω λεγόμενον δὸϲ ἵνα γρά ψω οὔπω γέγονε, τὸ δὲ μὴ γεγονὸϲ μέλλοντόϲ ἐϲτιν ἀποτελεϲτικόν· μέλλοντι ἄρα ϲυντάϲϲεται. —χωρὶϲ εἰ μὴ οὕτω νοήϲαιμεν. δὸϲ ἵνα ἐν τελειώϲει γένηται τὸ γράψαι. ὅπερ οἶμαι βέλτιον. καὶ γὰρ ὁ ἀπὸ τῶν φωνῶν κανὼν ὁμολογεῖ τὸν ἀόριϲτον, τουτέϲτι τὸν παρῳχημένον, εἴγε κερῶ μὲν ὁ μέλλων, ἔκειρα δὲ ὁ ἀόριϲτοϲ, καὶ οὔ φαμεν δὸϲ ἵνα κερῶ ἀλλ’ ἵνα κείρω. καὶ ὁ Δωριεὺϲ τοὺϲ μέλλονταϲ περιϲπῶν ,οὐκέτι ἐπὶ τῆϲδε τῆϲ ϲυντάξεωϲ περιέϲπαϲεν· ἦϲαν γὰρ αἱ φωναὶ οὐ μέλλοντοϲ, ἀλλὰ ἀορίϲτου. πλείϲταϲ ἔχω ἐκθέϲθαι εἰϲ τὸν τοιοῦτον λόγον παραθέϲειϲ, ἃϲ ἐν τοῖϲ περὶ ὑποτακτικῶν παραθήϲομαι, ἐν οἷϲ καὶ τὴν διαφορὰν ἐκθήϲομαι τῆϲ καταλήξεωϲ τῶν ὑποτακτικῶν, καὶ ὡϲ εἰϲ μίαν κατάληξιν πάντα ϲυνέωϲται, λέγω τὴν εἰϲ ω. ἔνθεν γὰρ καὶ ἡ ὑπόληψιϲ τοῦ ἵνα γρά ψω, ὅτι καὶ μέλλοντοϲ. Ἴδιόν τι παρηκολούθηϲε τοῖϲ ϲυνεμπεϲοῦϲι ϲυνδέϲμοιϲ αἰτιώδεϲιν . . . . . ἐπιρρήμαϲι χρονικοῖϲ ἢ τοπικοῖϲ. ϲυνεμπι . . . ἡ ἀπόδειξιϲ. καὶ οὐκ ἀπίθανον ἕνεκα τούτου καὶ τὸν ἐπεί, αἰτιωδῶϲ παραλαμβανόμενον, ἔχειν χρονικὸν παρακείμενον ἐπίρρημα, ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ ἠυκόμοιο (Θ 452), ἐπεὶ Τροίηϲ ἱερὸν πτολίεθρον ἔπερϲεν (α 2). ἔϲτι δὲ κἀκ τοῦ βίου τοιαῦτα τεκμήραϲθαι. ὁ δεῖνα ἀγα θ όϲ ἐϲτιν, ὅπου γε φιλεῖ το ὺϲ ἀγαθούϲ· ἴϲον γὰρ τῷ ἐπεὶ φιλεῖ τοὺϲ ἀγαo θούϲ, ἢ ὅτι φιλεῖ τοὺϲ ἀγαθούϲ· ὅτε ἀ πέδωκε τὴν παραθ ήκην, ὁπότε γε φιλοπονεῖ. —Οὐ μὴν ἐκεῖνό γε ἀληθέϲ, ὡϲ τὰ μὲν μονοϲύλλαβα τῶν ἐπιρρημάτων, ϲυνεμπίπτοντα ϲυνδέϲμοιϲ, παραλλαγὴν ἴϲχει τόνου, τῶν μὴ οὕτωϲ ἐχόντων τὸν αὐτὸν τόνον τηρούντων.