Ancient Greek · ~6 min
Section 513
Apollonius Dyscolus, Περὶ συνδέσμων 513
Not analysed yet
τὸ γὰρ ποῦ περιϲπῶμεν, ἀλλ’ οὐκέτι ἐν τῷ Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34) παραπληρωματικῷ· καὶ τὸ νῦν, ἀλλ’ οὐκέτι ἐν τῷ καί νύ κεν (δ 363)· τὸ μέντοι ὅπωϲ καὶ τὰ τούτοιϲ ὅμοια ,ὡϲ πρόκειται, ταὐτά εἰϲιν ἐν ἐπιρρήμαϲι καὶ ϲυνδέϲμοιϲ. —Ἔϲτι δὲ εἰπεῖν, ὡϲ τὸ μὲν νῦν οὐδ’ ὅλωϲ ὁμοφωνεῖ, εἴγε πάντοτε μὲν τὸ ἐπίρρημα διὰ δύο, ὁ δὲ ϲύνδεϲμοϲ οὐ πάντωϲ· καὶ εἰ τοῦτο, οὐ πάντωϲ ὁμοφωνεῖ. —ἀλλ’ οὐδὲ τὸ πού ϲύνδεϲμόϲ ἐϲτι παραπληρωματικόϲ · οὐ γὰρ δή γε τὰ πλεονάϲαντα μόρια ἐν λόγῳ ϲύνδεϲμοι παραπληρωματικοί. ἰδοὺ γὰρ καὶ ἄλλα ἐπιρρήματα παρέλκει, καὶ οὐ πάντωϲ ϲύνδεϲμοι· ἐπὶ μὲν τοῦ βίου ὅϲτιϲ θέλει ὑπαγέτω, καὶ ἔτι παρὰ τῷ ποιητῇ ὡϲ δ’ ὅτ’ ἐν οὐρανῷ ἄϲτρα φαεινήν (Θ 555), εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε (Π 667), οὐ ϲύ γ’ ἔπειτα Τυδέοϲ ἔκγονόϲ ἐϲϲι (Ε 813), ϲοὶ δ’ οὔπω μάλα πάγχυ θεοὶ μάκαρεϲ κοτέουϲι (Ξ 143). κατὰ τοῦτο οὖν πλεοναζέτω καὶ τὸ νῦν εἴ τί που ἔϲτι, πίθοιό μοι (δ 193) καὶ Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34), καὶ ὅϲα ἐϲτὶ τοιαῦτα. ἀλλ’ εἰ καὶ ϲύνδεϲμόϲ ἐϲτι τὸ πού, ἰδοὺ ὁμόφωνον ἐπιρρήματι ἐν τῷ εἴ που ἐϲαθρήϲειεν (Γ 450). ὅνπερ γὰρ τρόπον τοῖϲ ἄλλοιϲ πύϲμαϲι παράκεινται ἀόριϲτοι προφοραί, τὸ πλέον ἐν χρόνοιϲ δυϲὶν ἐγκλιτικαὶ καθεϲτῶϲαι, πῶϲ ἦλθεν; ἦλθέ πωϲ· τίϲ ἔγρα ψεν; ἔγραψέ τιϲ· πότε ἦλθεν; ἦλθέ ποτε· τὸν αὐτὸν τρόπον καὶ τῷ ποῦ παρακείϲεται ἐγκλιτικὸν ἀόριϲτον τὸ πού.