Ancient Greek
Section 514
Apollonius Dyscolus, Περὶ συνδέσμων 514
Not analysed yet
Χάριν. Δοκεῖ ἰϲοδυναμεῖν ϲυνδέϲμῳ τῷ ἕνεκα, χάριν Ἀπ ολ λωνίου ἕνεκα Ἀπολλωνίου. φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen), ὡϲ ἕνεκα τούτου τὸ μὲν ὄνομα καὶ χάριτα λέγεται καὶ χάριν, τὸ δὲ εἰϲ τοιαύτην ϲύνταξιν παραληφθὲν ὡϲ ἀντὶ ϲυνδέϲμου καθ’ ἕνα ϲχηματιϲμὸν παραλαμβάνεται, ὅπερ παρείπετο ϲυνδέϲμοιϲ. Ἔτι μέντοι φηϲὶν ὁ Τρύφων, ὡϲ παρὰ τὸν Εὐριπίδην καὶ ἔτι ἄλλοιϲ ποιηταῖϲ ὀνοματικῆϲ ϲυντάξεωϲ ἔτυχεν. ἐν μὲν γὰρ Κρήϲϲαιϲ (fr. 469 Dindorf Nauck) ἐγὼ χάριν ϲὴν παῖδά ϲου κατακτενῶ, καὶ ἐν Αὔγῃ (fr. 270 Dindorf Nauck)· καὶ βουθυτεῖν γὰρ ἠξίουϲ ἐμὴν χάριν. τὰ γὰρ κτητικαῖϲ ἀντωνυμίαιϲ ϲυνταϲϲόμενα ὀνόματά ἐϲτι, τῆϲ αὐτῆϲ πτώϲεωϲ τυχόντα καὶ τοῦ αὐτοῦ ἀριθμοῦ ,ἐμὸν αὐλόν, ἐμὴν οἰκίαν, ἐμὴν χάριν. . . . ἐμοῦ οἷόν τέ ἐϲτι παραθέϲθαι τὸ ἕνεκα, ἕνεκα ἐμοῦ, ἐπὶ δὲ τοῦ χάριν ἐμὴν οὐκέτι, ἕνεκα ἐμήν. τὸ τοιοῦτον δέ φαμεν εἰϲ ἀπόδειξιν τοῦ τὸ χάριν ὄνομα εἶναι κατὰ τὰϲ τοιαύταϲ ϲυντάξειϲ. —οὐδὲν μέντοι κωλύοι καὶ τὸ ἔθιμον ἐκδέξαϲθαι ὄνομα ,λιπούϲηϲ προθέϲεωϲ τῆϲ εἴϲ, ὥϲτε οὕτωϲ ἀκούειν, χάριν Ἀπολλωνίου εἰϲ χάριν Ἀπολλωνίου, εἴγε καὶ τὸ ἐμὴν χάριν ἐν ἴϲῳ ἐϲτὶ τῷ εἰϲ ἐμὴν χάριν. καὶ φαίνεται ὅτι ἡ ὕφεϲιϲ τῆϲ προθέϲεωϲ προῆξε τὸ χάριν ἰϲοδυναμεῖν τῷ ἕνεκα. πάνυ δέ ἐϲτι κἀκείνου ἀπόδειξιϲ. ἡ τοιαύτη ϲύνταξιϲ ἐπὶ γενικὴν φέρεται, χάριν Θἐωνοϲ, χάριν Δίωνοϲ, ἐφ’ οὐ ἔφαμεν λείπειν τὴν εἴϲ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ ἐμὴν χάριν, εἴγε πᾶϲα κτητικὴ ἀντωνυμία γενικῆϲ ἐϲτι πτώϲεωϲ ἀντωνυμία, τοῦ ἐπιφερομένου κτήματοϲ ἀδιάφορον ἔχοντοϲ τὴν ἐπιo φορὰν τῆϲ πτώϲεωϲ. τούτου οὖν τῇδε ἔχοντοϲ, πάλιν τὸ ἐμὴν χάριν ἢ ϲὴν χάριν ἴϲον ἐϲτὶ τῷ χάριν μου, ὡϲ εἰ ἐμὴν δ ούλην δούλην μου, ἐμὴν οἰκίαν οἰκίαν μου. Τοϲαῦτα περὶ τῶν αἰτιολογικῶν.