Ancient Greek · ~6 min
Section 515
Apollonius Dyscolus, Περὶ συνδέσμων 515
Not analysed yet
Παρὰ τοῖϲ πλείϲτοιϲ ἐϲτὶ πρόληψιϲ, ὡϲ οἱ καλούμενοι παραπληρωματικοὶϲημαϲίαν τινὰ οὐ ποιοῦνται. ὁ γοῦν Tρύφων (p 35 Velsen) ἐν τῷ ὅρῳ βουλόμενοϲ καὶ αὐτοὺϲ ἐμπεριλαβεῖν ,φηϲὶ καὶ τὸ κεχηνὸϲ τῆϲ ἑρμηνείαϲ ἔϲτιν ὅπου παραπληρῶν, ἀπείκαϲε δὲ καὶ αὐτὸν ταῖϲ καλουμέναιϲ ϲτοιβαῖϲ. ὃν γάρ, φηϲι, τρόπον εἰϲ τὰϲ ϲυνθέϲειϲ τῶν ἀμφορέων εὐχρηϲτεῖ ἡ τῶν ϲτοιβῶν παρένθεϲιϲ ὑπὲρ τοῦ μὴ καταθραύεϲθαι τοὺϲ ἀμφορεῖϲ, τὸν αὐτὸν δὴ τρόπον ὑπὲρ τοῦ τὰ τῆϲ φράϲεωϲ μὴ τραχύνεϲθαι ἥδε ἡ ϲύνταξιϲ τῶν μορίων παραλαμβάνεται. Ἔτι δὲ καί τινέϲ φαϲιν οὐ δεόντωϲ αὐτὸϲ ϲυνδέϲμουϲ εἰρῆϲθαι, εἴγε ϲυνδέϲεωϲ λόγων οὐκ εἰϲὶν αἴτιοι. Καί φηϲι Χαιρήμων ὁ Ϲτωικόϲ, ὡϲ κατά τι εἴηϲαν ἂν ϲύνδεϲμοι. ϲύνδεϲμον γάρ ,φηϲι, καλεῖϲθαι καὶ αὐτὴν τὴν φωνὴν καὶ τὸ ἐξ αὐτῆϲ δηλούμενον, ᾧ λόγῳ καί τινα ἕτερα ϲχήματα. φαμέν πατρωνυμικὸν καὶ τὸ ἐν χαρακτῆρι πατρωνυμικὸν καί τι ἐν δηλουμένῳ, καὶ ἔτι τὰ κτητικά, καὶ ἄλλα πλεῖϲτα τοιαῦτα. ὡϲ οὖν τὸ τύπῳ πατρωνυμικῷ προϲκεχρημένον ,οὐ μὴν δηλουμένῳ, πατρωνυμικὸν καλεῖται, ὥϲπερ τὰ τύπῳ ἀρϲενικά ,οὐ μὴν δηλουμένῳ, ἀρϲενικὰ καλεῖται, οὕτω καὶ ἂν τύπῳ ᾖ ὁ παραπληρωματικὸϲ κεχορηγημένοϲ ϲυνδεϲμικῷ, μὴ μὴν δηλουμένῳ, εἰρήϲεται ϲύνδεϲμοϲ. ἀμέλει αὐτοὶ οἱ ϲύνδεϲμοι πλεονάϲαντεϲ οὐδὲν ϲυνδέουϲι καὶ ϲύνδεϲμοι καλοῦνται. οὐδὲν οὖν κωλύοι, καθότι καὶ ὁ Φιλόπονοϲ ἀπεφήνατο, ϲυνδέϲμουϲ καλεῖϲθαι τοὺϲ παραπληρωματικούϲ. καὶ τοῦτό φηϲι δεδωκώϲ, ὅτι οὐδὲν ϲυνδεϲμικὸν δηλοῦϲιν. Ἃ δὲ καὶ Τρύφων (p. 43 Velsen) παρέθετο, ἐκθήϲομαι. Φηϲίν· ἤτοι ϲυλλαβαί εἰϲιν ἢ λέξειϲ. καὶ εἰ μὲν ϲυλλαβαί, τινων λέξεών εἰϲι μέρη, καὶ ἤτοι τελικαὶ ἢ ἀρκτικαί.