Ancient Greek · ~7 min
Section 516
Apollonius Dyscolus, Περὶ συνδέσμων 516
Not analysed yet
καὶ τελικαὶ μέν λέγει δή ,βούλομαι δή ,ἀρκτικαὶ δέ ἐγὼ δὴ βούλομαι, ἐγὼ δὴ λέγω. ἦν δὲ ἐν ἀμφοτέροιϲ ἀϲύϲτατον. —Οὐ γάρ ἐϲτί τιϲ ϲυλλαβὴ παντὸϲ μέρουϲ λόγου ληκτική, γενήϲεται δὲ ἐν τῷ Ἀπολλ ώνιοϲ δή, ἐγὼ δή, βούλομαι δή· καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. ἀλλ’ εἰ καὶ προϲτιθεμένη ἔξωθέν ἐϲτιν ἐν παραγωγῇ ϲυλλαβή ,πάλιν τὸ αὐτὸ ἐπιχείρημα ἀρκέϲει· ἑκάϲτη γὰρ τῶν παραγομένων λέξεων δεκτική ἐϲτιν ἰδίαϲ ϲυλλαβῆϲ, ὡϲ τῶν τρίτων τὸ ϲι, λέγη ϲιν, ἔχῃϲι, παμφαίνῃϲιν· ἡ τῶν δευτέρων εἰϲ θᾶ, λέγῃϲθα φέρῃϲθα, καὶ ἐπὶ τῶν πρώτων τὸ μι, τάων ἥν κ’ ἐθέλωμι (Ι 397 ),οὐδ’ ἂν ἐῷμι (π 85?)· καὶ οὐχ οἷόν τ’ ἐϲτὶν εἰπεῖν λέγωϲι οὔτε λέγωθα. καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, λέγω δὲ πάλιν ἐπὶ τοῦ τοιόϲδε, μὴ κατὰ παντὸϲ ὀνόματοϲ ἐφικνεῖϲθαι τὸ δε· ἢ ὅτε οὕτωϲ φαμέν, τοῖοϲ τοιοῦτοϲ. πῶϲ οὖν πάλιν τὸ δή ἐϲτιν ἐν τῷ λέγω δή, λέγειϲ δή, λέγει δή; ϲαφὲϲ οὖν ὅτι τὸ τοιοῦτον μᾶλλον λέξεωϲ ᾔπερ ϲυλλαβῆϲ, εἴγε καὶ ἐν ἐπιρρήμοϲι καὶ ϲυνδέϲμοιϲ τὸ τοιοῦτον ἔϲτιν εὑρέϲθαι. —Ἀλλ’ οὐδὲ ἀρκτική ἐϲτι ϲυλλαβή. πάλιν γὰρ πῶϲ πάϲηϲ λέξεωϲ ἡ αὐτὴ ϲυλλαβὴ ἀρκτική; πῶϲ τε ἐπὶ τοῦ ἐγὼ δὴ λέγω ἡ τῶν παρῳχημένων κλίϲιϲ οὐκ ἐγένετο κατὰ τὴν δή ϲυλλαβήν; τὸ τοιοῦτον γὰρ παρέπεται ῥήμαϲιν. οὐ γὰρ δή γε οἱ παραπληρωματικοὶ ϲύνδεϲμοι προθέϲειϲ εἰϲίν, ἵνα ϲυντεθέντεϲ προτακτικοὶ γίνωνται, καθότι τὸ καταβαίνω καὶ τὰ ὅμοια. Οὕτω μὲν οὖν ϲυνάγει ὁ Τρύφων (p. 43 Velsen) ὡϲ οὐ ϲυλλαβαί, ᾧ καὶ ϲυνηγορήϲωμεν, ἔτι τινὰ προϲθέντεϲ. ϲυνάγει οὖν ὅτι λέξειϲ, παραλείπων τὸ ἀναγκαιότατον. ἐν γὰρ δὴ τῇ προτάϲει φηϲὶ τοῦ λόγου, εἰ λέξειϲ, ὀφείλουϲί τι δηλοῦν . ὅπερ αὐτοὶ ἀναπληρώϲωμεν. οἷϲ δὲ λόγοιϲ ἐχρήϲατο εἰϲ τὸ λέξειϲ εἶναι, πάλιν ἐκθετέον. —Ϲαφὲϲ μὲν οὖν ὅτι, ἐν οἷϲ οὐ ϲυλλαβαί, ἐν τούτῳ λέξειϲ.