Ancient Greek · ~7 min
Section 517
Apollonius Dyscolus, Περὶ συνδέσμων 517
Not analysed yet
ἴδιόν τε λέξεων τὸ μεταλαμβάνεϲθαι εἰϲ ὁμοιοϲήμουϲ, βροτόϲ ἄνθ ρωποϲ, αὐτάρ δέ. τοιοῦτοι δὲ καὶ οἱ προκείμενοι ϲύνδεϲμοι νύ δή ῥά. —πᾶν μόριον ἐγκλιτικὸν λέξιϲ ἐϲτίν, ἦλθέ τιϲ, ἄνθρωπόϲ εἰμι· πάμπολλοι δέ εἰϲιν οἱ παραπληρωματικοὶ ἐν ἐγκλίϲει. ὡϲ ὁ γέ, ὁ ῥά, ὁ θήν, ὁ νύ. —δύο λέξεων ἢ τριῶν οὐϲῶν ἀκώλυτον τὸ ἐπάλληλον τῆϲ ὀξείαϲ· καὶ κατὰ τοῦτο οὖν λέξειϲ τὰ προκείμενα μόρια· ἰδοὺ γὰρ ἐν τῷ ἦ νύ ϲέ που δέοϲ ἴϲχει (Ε 812) καθ’ ἓν ἕκαϲτον μέροϲ λόγου ἡ ὀξεῖα ἀνέϲτη. Τῆϲ μὲν οὖν φωνῆϲ κανόνεϲ οἵδε εἰϲί· τοῦ δὲ δηλουμένου, ὅπερ καὶ μᾶλλον ἀναγκαῖον ἦν, παραθετέον. —οὐκ εἴ τι μέροϲ λόγου κατά τινα λόγον παρέλκεται, τοῦτο οὐχὶ πάντωϲ λέξιϲ, ἐπεὶ οἷόν τ’ ἐϲτὶν εἰϲ τὸ τοιοῦτον παραθέϲθαι πάντα τὰ μέρη τοῦ λόγου ἔν τιϲι ϲυντάξεϲι, μάλιϲτα ὑπὸ ποιητικῆϲ ἀδείαϲ, πλεονάζοντα. ποίαν γὰρ ἔχει χώραν τὸ πῇ ἔβη Ἀνδρομάχη λευκώλενοϲ (Ζ 377), λέγω τὸ κατὰ τὸ λευκώλενοϲ; —ἀλλ’ ἴϲωϲ πρὸϲ τὸ τοιοῦτον ἐκεῖνο εἰρήϲεται· ἀλλ’ ἐν ἑτέροιϲ τὰ παρέλκοντα δηλοῦϲί τι, ἐπεὶ πάλιν οὐ παρέλκει τὸ λευκώλενοϲ Ἥρη (Α 55), δεδείξεται οὖν ὡϲ οὐ πάντοτε πλεονάζουϲιν οἱ παραπληρωματικοί, ἀλλὰ καί ποτε τόπον ἴϲχουϲι τὸν ϲημαίνοντά τι. ἔϲτιν ὑποδείγματα παρέλκοντοϲ μὲν τοῦ γέ οὗτόϲ γ’ Ἀτρείδηϲ, εὐρυκρείων Ἀγαμέμνων (Γ 178), καὶ ἐν ϲυνδέϲμῳ ἆρά γε ἡμέρα ἐϲτί; καὶ ἐν τῷ ϲύ γε, μὴ ϲύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεϲθαι (Π 89), καὶ μέν τοί γε· οὐ μὴν ἔτι ἐν τῷ καλῶϲ γε· ἐπιτέταται γὰρ ἡ ἔκπληξιϲ. ἀλλὰ μὴν καὶ ἐν τῷ τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk), τοῦτό γέ μοι λά ληϲον ἔμφαϲιϲ ἱκανὴ μειότητοϲ καὶ τοῦ μηδὲν ἄλλο ἀποφαινομένου.