Ancient Greek · ~7 min
Section 518
Apollonius Dyscolus, Περὶ συνδέσμων 518
Not analysed yet
καὶ παντί γε προῦπτον, ὡϲ διαφέρει τὸ τοῦτο εἰπέ τοῦ τοῦτό γε εἰπέ. πῶϲ οὖν ἔτι οὐδὲν πληροῦϲιν οἱ παραπληρωματικοί; —Ἔτι ὁ δέ ϲύνδεϲμοϲ ὅπωϲ παραλαμβάνεται καὶ ἐπὶ ποίᾳ δυνάμει, ἐκτεθείμεθα. ἀλλὰ προϲλαβὼν τὸν γέ ἄλλο τι ἐπηγγείλατο. οὐ γὰρ ὡϲ ἐν τῷ ἀρά γε ἡμέρα; παρείλκετο ὁ γέ καὶ ἐν τῷ δέ γε. καλούμενον γοῦν ἔϲτιν εὑρέϲθαι παρὰ τοῖϲ Ϲτωικοῖϲ τὸν δέ γε ὄντα προϲληπτικόν. τοὺϲ γὰρ ἀπὸ ϲυναφῆϲ λόγουϲ εἰϲ ϲχηματιϲμὸν μετιόνταϲ ἡ τοιαύτη ϲύνταξιϲ ἡ τῶν ϲυνδέϲμων ὑπάγει, εἰ ἡμέρα ἐϲτί, φῶ ϲ ἐϲτιν· ἡμέρα δέ γέ ἐϲτιν· καὶ ἐπεὶ ἐν προϲλήψει ἐγένετο ὁ λόγοϲ, προϲληπτικοὶ οἱ τοιοῦτοι ϲύνδεϲμοι. —Τὸ δ’ αὐτὸ ϲυμβέβηκε καὶ ἐπὶ τοῦ ἀλλά καὶ ἀλλὰ μή ν. πάλιν γὰρ ὁ μήν παραπληρωματικόϲ, ϲυνών τῷ ἀλλά, τὴν αὐτὴν πρόϲληψιν ἀποτελεῖ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, καὶ ϲχεδὸν ἀμφοτέρων τῶν ϲυντάξεων μία δύναμιϲ· ἐκ γὰρ τῶν αὐτῶν εἰϲιν. ὁ γὰρ δέ ἰϲοδυναμεῖ τῷ ἀλλά (καὶ τοῦτο ἐδείχθη), ὃϲ προϲλαβὼν παραπληρωματικὸν τὸν γέ προϲληπτικὸϲ ἐγένετο· καὶ πάλιν ὁ ἀλλά, παραπληρωματικὸν προϲλαβὼν τὸν μήν, τὸ αὐτὸ ἐγένετο. πολλάκιϲ δὲ καὶ ὁ γάρ προϲέρχεται τῷ ἀλλά, ἀλλὰ γὰρ ἡμέρα ἐϲτί· καὶ εἰ ὁ γάρ ϲύνδεϲμοϲ, καὶ ὁ μήν καὶ ὁ γέ ϲύνδεϲμοι. Ἔτι ὁ πέρ παρέλκει ἐν τῷ εἴπερ ἡμέρα ἐϲτί (καὶ διὅτι, εἴρηται)· ἀλλ’ οὐκέτι ἐν τῷ καίπερ ἀγαθὸϲ ὤν. ὑπεναντίωϲιν γὰρ ἐδήλωϲεν ὁ καίπερ καὶ δῆλον ὅτι διὰ τὸν πέρ, ὅπου γε καὶ κατ’ ἰδίαν ὁ πέρ ἐναντιωματικόϲ ἐϲτι μετ’ αὐξήϲεωϲ, ἀγαθόϲ περ ἐών (Α 131), ϲώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk), ἀπειργάϲατο. —Ἃϲ ἔχει δυνάμειϲ ὁ καί, εἴπομεν. ἀλλὰ προϲλαβὼν τὸν μήν ἀποδεικτικὸϲ γίνεται, πάλιν ὑπαγομένηϲ ἐναντιώϲεωϲ, οὐ βλέπω, καὶ μ ὴν ἡμέρα ἐϲτίν·