Ancient Greek · ~7 min
Section 519
Apollonius Dyscolus, Περὶ συνδέσμων 519
Not analysed yet
ἐψεύϲατο, καὶ μὴν ἀγαθόϲ ἐϲτι. πῶϲ γὰρ ἄν τιϲ ἐπὶ τῶν τοιούτων ϲυντάξεων παρέλκειν φαίη τοὺϲ ϲυνδέϲμουϲ; ἕνεκα τούτου τὸ ἀγαθόϲ περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ (Α 131) εἰϲ τὸν δή μεταλαμβάνεται, ὅτι μὴ κυρίωϲ τὸ δηλούμενον αὐτοῦ ἀπαιτεῖ ὁ λόγοϲ. —Ὁ ἤ διαζευκτικὸϲ ἐπηύξηται διὰ τοῦ τοί, οἷον ἐν τῷ ἤτοι. ἀλλ’ οὐκέτι ἐν τῷ μέντοι οὐδὲ ἐν τῷ καίτοι. πάλιν γὰρ διαφέρει τὸ καίτοι παρῃτήϲα τό με τοῦ καὶ παρῃτήϲατό με. ὅ τε μέντοι οὐχ ὁ αὐτὸϲ τῷ μέν, τῷ δὲ δέ. ἐφ’ οὗ πάλιν καὶ ὁ γέ πλεονάζει ἐν τῷ μέν τοί γε. —Ἔτι ὁ δή ὡϲ μὲν παρέλκει, παντὶ προῦπτον· ὡϲ δὲ καὶ πολλάκιϲ μετάβαϲιν λόγου ποιεῖται, ϲαφὲϲ ἐκ τῶν τοιούτων οἱ μὲν δὴ παρ’ ὄχεϲφιν ἐρητύοντο μένοντεϲ (O 3), καὶ τῶν παραπληϲίων. νοοῦμεν γὰρ λόγου ἔκλειψιν καὶ ἀρχὴν ἑτέρου, ὡϲ εἰ καὶ ἐν περιγραφῇ κατελιμπάνετο ὁμοίωϲ τῷ ὣϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον (Ι 1), ὣϲ ὁ μὲν ἐνθ’ ἠρᾶτο (η 1). Ἀλλὰ μὴν καὶ ἐν τοῖϲ καλουμένοιϲ πρὸϲ ἡμῶν μὲν ϲυλλογιϲτικοῖϲ, πρὸϲ δὲ τῶν Ϲτωικῶν ἐπιφορικοῖϲ ἔϲτι παραδέξαϲθαι τὴν ϲημαϲίαν αὐτῶν. τὸν τοίνυν ἐκ δύο παραπληρωματικῶν ϲυνεϲτῶτα, καὶ ἔτι μετὰ τοῦ γάρ ἐν τῷ τοιγάρτοι, καὶ μετὰ τοῦ οὖν τοιγαροῦν. δύναμιν γὰρ ἔχουϲιν οἱ τοιοῦτοι ἴϲην τῷ ἄρα ϲυϲτελλομένῳ κατὰ τὸ α. καὶ εἴρηνται μὲν ἐπιφορικοί, καθὸ ἐπιφέρονται τοῖϲ λελημματιϲμένοιϲ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, φ ῶϲ ἄρα ἐϲτί ,τοιγαροῦν φῶϲ ἐϲτί, φῶϲ τοίνυν ἐϲτί· ϲυλλογιϲτικοὶ δέ, καθότι ἐπί τιϲιν ἀποδείξεϲιν, ἐπιϲυλλογιζόμενοι τὸ ϲυναγόμενον, προϲχρώμεθα τοῖϲ ϲυνδέϲμοιϲ τοῖϲδε, ἔχειϲ μου π έν τε δραχμάϲ, ἔχειϲ δὲ καὶ τρεῖ ϲ, ἔχειϲ ἄρα ὀκτὼ δραχμάϲ, ἔχειϲ τοίνυν ὀκτ ὼ δραχμάϲ. Ἄπειροϲ ἡ καθ’ ἕνα ἕκαϲτον ϲύνδεϲμον ἀπόδειξιϲ εἰϲ τὸ ὅτι καὶ δηλοῦϲί τι οἱ παραπληρωματικοί.