Ancient Greek · ~6 min
Section 520
Apollonius Dyscolus, Περὶ συνδέσμων 520
Not analysed yet
ἀλλ’ ἐπεὶ πλείονεϲ μέν εἰϲι ταῖϲ φωναῖϲ, τοῖϲ δὲ δηλουμένοιϲ ἐλάττονεϲ, ἀρκετὴ ἡ ἐξ ἑνὸϲ ἑκάϲτου ἰϲοδυναμοῦντοϲ ἀπόδειξιϲ. περιϲϲὸν γὰρ τὸν ῥά παραλαμβάνειν τοῦ δή ἀποδειχθέντοϲ, ἢ τὸν θήν ἢ τὸν νύ, ἐπεὶ τὸ αὐτὸ τὸ ἄλλοι μέν ῥα θεοί τε (Β 1) τῷ οἱ μὲν δὴ παρ’ ὄχεϲφι (O 3) καὶ τῷ . . . Ταῦτα μὲν ὡϲ δηλοῦϲιν οἱ παραπληρωματικοί. Κἀκεῖνο δὲ ὑποθηϲόμεθα, δι’ ἣν αἰτίαν ἀπὸ τοῦ πλεονάϲματοϲ τὴν ὀνομαϲίαν ἔϲχον. δέδοται γὰρ ὅτι ϲύνδεϲμοι καὶ δηλοῦϲί τι, τὸ δὲ πλεῖον ἀεὶ ἐπικρατεῖ τοῦ ἐλάττονοϲ. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι, χωρὶϲ εἰ μὴ ἐπ’ αὐτῶν τῶν ϲυνδέϲμων. ἀπειράκιϲ οἱ ϲυμπλεκτικοὶ ϲυμπλέκουϲιν ,ἵνα ἅπαξ καὶ αὐτοὶ πλεονάϲωϲι· καὶ ἕνεκα τούτου ἐπεκράτηϲε τὸ καλεῖϲθαι αὐτοὺϲ ϲυμπλεκτικούϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπολοίπων, εἰ καί που εὑρεθεῖεν πλεονάζοντεϲ. ἔνθεν αἱ δέουϲαι ὀνομαϲίαι ἔμενον. οἱ μέντοι παραπληρωματικοὶ ϲύνδεϲμοι καλούμενοι ,τὸ πλέον πλεονάϲαντεϲ ἤπερ δηλοῦντεϲ, κατὰ τὴν ἐναντίαν παράθεϲιν τοῦ ϲυνδέϲμου ἀπὸ τοῦ πλεονάϲαντοϲ τὴν ὀνομαϲίαν ἔϲχον. οὕτωϲ γοῦν ἐπλεόναζον, ὥϲτε καὶ τοὺϲ πλείϲτουϲ λαθεῖν τὸ δηλούμενον τὸ ἐξ αὐτῶν. ἦν δὲ καὶ ὁ πλεοναϲμὸϲ αὐτῶν χρειώδηϲ ἄγαν. ἥ τε γὰρ ἀνὰ χεῖρα ὁμιλία καὶ αἱ ϲυντάξειϲ αἱ ἀρχαῖαι καὶ πᾶϲα ποιητικὴ γραφὴ τρέπεται ἐπὶ τὴν εὐφωνίαν, καὶ διὰ τοῦτο εὔχρηϲτα τὰ προκείμενα μόρια ,καθότι περ ,ὡϲ πρόκειται, ἀπείκαζον αὐτά τινεϲ τῇ προϲκειμένῃ ϲτοιβῇ τοῖϲ ἀμφορεῦϲι. καὶ ὡϲ ἐπὶ ϲτοιχείων οἷόν τέ ἐϲτιν ἀναγκαῖον εὑρέϲθαι πλεοναϲμόν, ἐν ᾧ οὐ πάντωϲ τὸ ϲτοιχεῖον οὐ ϲτοιχεῖον, καθὸ ἐπλεόναζε·