Ancient Greek · ~2 min
1 to 2
Apollonius Dyscolus, Περὶ συντάξεως 1-2-2
Not analysed yet
Τῇ προεκδοθείϲῃ ϲυντάξει τῶν ἄρθρων ἀκόλουθον ὑπολαμβάνω καὶ περὶ τῆϲ τῶν ἀντωνυμιῶν ϲυντάξεωϲ διαλαβεῖν· ἐκεῖνα μὲν γὰρ μετ’ ὀνομάτων ἐν τοῖϲ λόγοιϲ παρελαμβάνετο, αὗται δὲ ἀντ’ ὀνομάτων, οὐ παραδεχόμεναι τὴν τούτων προτακτικὴν ϲύνταξιν καθ᾿ ἃϲ προεκτεθείμεθα αἰτίαϲ. Καὶ ϲαφέϲ ἐϲτιν ὅτι ἕνεκα τοῦ τοιούτου καὶ πτώϲεων ἐγένοντο δεκτικαί, ἵνα κατὰ παντὸϲ τοῦ ὀνόματοϲ ἀνθυπέλθωϲιν, καὶ προϲώπων ἁπάντων διακριτικαί, ἵνα τὸ ἐλλειπὲϲ τοῦ ὀνόματοϲ. λέγω τὴν τῶν προϲώπων διάκριϲιν, αὗται ἀνθυπενεχθεῖϲαι ἀναπληρώϲωϲιν, καὶ τοῦ μὲν ὀνόματοϲ ἔχωϲι τὴν πτῶϲιν, τοῦ δὲ ῥήματοϲ τὸ πρόϲωπον.