Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 155
Not analysed yet
Τὰ ὑποτακτικὰ ἄρθρα τότε μὲν ἐν κοινότητι ἔχει τὸ ῥῆμα, ὅταν καὶ ἐπιμερίζῃ τὰ πρόϲωπα τὰ προϋποκείμενα. φέρε γὰρ οὕτω φάναι, διέπτηϲαν ἀετοὶ ὃϲ μὲν ἀπὸ ἀνατολῆϲ, ὃϲ δὲ ἀπὸ δύϲεωϲ, ἢ καὶ ἔτι ἐπὶ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ, Αἰθίοπαϲ τοὶ διχθὰ δεδαίαται ἔϲχατοι ἀνδρῶν, οἳ μὲν δυϲομένου Ὑπερίονοϲ, οἳ δ᾿ ἀνιόντοϲ {α 23. 24}. μετὰ τὸ Αἰθίοπαϲ ἐπιφέρει ὑποτακτικὸν ἄρθρον τὸ οἵ, ὅπερ ϲυνηθέϲτερον διὰ τοῦ τ Ὅμηρόϲ φηϲιν, τοὶ διχθὰ δεδαίαται, ἔϲχατοι ἀνδρῶν. καὶ ϲαφέϲ ἐϲτιν ὅτι ἡ τοῦ δεδαίαται ϲύνταξιϲ φέρεται πρὸϲ τὴν πληθυντικὴν εὐθεῖαν, ἥτιϲ κατὰ τὸ ἑξῆϲ ἐπιμεριζομένη πρὸϲ τὴν τῶν Αἱθιόπων διάϲταϲιν κοινὸν παραλαμβάνει τὸ ῥῆμα μετὰ τῶν ὑποτακτικῶν ἄρθρων. 156. ὡϲ εἰ καὶ ἐπ᾿ ἐκείνου τοῦ ϲχήματοϲ προϲτεθείη ῥῆμα, πάλιν τὸ ἐξ αὐτοῦ ἐπιμεριζόμενον ἀνενδοίαϲτον ἔϲται, οἱ δὲ δύο ϲκόπελοι ἱκάνουϲιν ὃϲ μὲν ἄχρι τοῦ οὐρανοῦ, ὃϲ δὲ ἄχρι τοῦ Ὀλύμπου {ex μ 73}. οὐ προϋπόντοϲ γὰρ τοῦ τοιούτου ἀνάγκη πᾶϲα τῷ ὑποτακτικῷ ἄρθρῳ προϲγίνεϲθαι τὸ ῥῆμα τήν τε προϋποῦϲαν εὐθεῖαν, καθὼϲ ἐπεδείξαμεν, εἰϲ γενικὴν μετελθεῖν. αὕτη γὰρ μόνη μὴ προϲλαβοῦϲα ῥῆμα ἐπιμερίζεται εἰϲ τὰ ἐξ αὐτῆϲ πρόϲωπα νοούμενα, αἵ γε μὴν ἄλλαι πτώϲειϲ οὐκέτι, εἰ μὴ προϲλάβοιεν ῥῆμα· Νεϲτορίδαι δ’ ὁ μὲν οὔταϲ᾿ Ἀτύμνιον {Π 317}. προφανῶϲ γὰρ πάλιν τὸ ὁ ἀντὶ τοῦ ὅϲ ἐϲτιν, χωρὶϲ εἰ μὴ πτωτικὸν λείπει, οὗ προηγήϲεται πάντωϲ τὸ ὁ προτακτικὸν ἄρθρον, ἔχοντοϲ τοῦ λόγου τῇδε, τῶν Νεϲτοριδῳν ὁ μὲν ἕτεροϲ οὔταϲ᾿ Ἀτύμνιον, τῶν δύο ϲκοπέλων ὁ μὲν ἕτεροϲ οὐρανὸν ἵκει. 157, καθὸ ἄν τιϲ κἀκεῖνο ἐπιϲτήϲειε, καί μιν πειραίνουϲι δύω πόλοι ἀμφοτέρωθεν, ἀλλ᾿ ὁ μὲν οὐκ ἐπίοπτοϲ {Arat. Phaen. 24—25}, πάλιν τοῦ ἐντελοῦϲ ὄντοϲ ἀλλ᾿ ὃϲ μὲν οὐκ ἐπίοπτοϲ· ἀπὸ γὰρ κοινοῦ τοῦ πειραίνουϲι δυνάμει ἔχει ἐγκείμενον ῥῆμα τὸ πειραίνει, ἐφ᾿ ὃ καὶ φέρεται. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐπιφερομένου λόγου, ϲδ δ’ ἀντίοϲ· πάλιν πειραίνει τὸν ἄξονα. τοῦτο γὰρ ϲυμφράζεται· ὃϲ δ’ ἐπίοπτοϲ ὤν· ἐκ γὰρ τοῦ βορεινοῦ ὕψουϲ ἀντίοϲ ἐϲτὶ τῷ τοῦ Ὠκεανοῦ.