Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 1-3
Not analysed yet
Τῶν ἐξαιρέτωϲ παρεπομένων ταῖϲ ἀντωνυμίαιϲ κατειλεγμένων ἐν τῷ πρὸ τούτου, ἀναγκαίωϲ καὶ περὶ τῶν κοινῇ αὐταῖϲ παρεπομένων μετὰ καὶ τῶν ἄλλων τοῦ λόγου μερῶν πειραϲόμεθα διαλαβεῖν, καθὸ ὃ μὲν αἴτια γίνεται ϲ,ἀκαταλληλότητο ἃ δὲ ἀδιαφορεῖ, ὥϲ γε ἔϲτιν τὸ πρῶτον ἐπινοῆϲαι ἐξ αὐτῶν τῶν ἀντωνυμιῶν. —