Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 170
Not analysed yet
Ἄλλωϲ τε ἐγχωρούντων τῶν ἐθνικῶν ὀνομάτων κατὰ τὸ τρίτον παραλαμβάνεϲθαι τὰ τοῦ ἐπιμεριϲμοῦ τῶν ἐθνικῶν γίνεται, ὅτε φαμὲν Περγαμηνόϲ, Ἐδεϲϲηνόϲ, Ἀλεξανδρεύϲ. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ πρώτου καὶ δευτέρου, λέγω τὰ ὀνόματα παραλαμβάνεϲθαι. εἰ γοῦν Ἀθηναῖοϲ ἀφορῶν εἰϲ Ἀθηναῖον εἴποι ὅδε Ἀθηναίων πολίτηϲ ἐϲτίν, ἑαυτὸν ἀποϲτήϲει τοῦ ἔθνουϲ, καθὸ οὐ ϲυνείληπται τοῖϲ Ἀθηναίοιϲ· ϲυλλαμβανόμενοϲ δὲ ἐν πρώτῳ γενήϲεται προϲώπῳ, καθότι αὐτὸϲ ἀποφαίνεται. καὶ εἰ τὸ ἐν πρώτῳ προϲώπῳ παραλαμβανόμενον ὄνομα μὲν οὐ δύναται εἶναι, ἀντωνυμία δέ, ϲαφὲϲ ὅτι ἀντονομάϲει ἑαυτόν. καὶ εἰ τὸ πρῶτον ἐπικρατεῖ τῶν διαφόρων προϲώπων, οὐκ ἄλλο τι ἐγγενήϲεται ἢ τὸ ἡμεδαπόϲ, ὅπερ τὴν ἀνάλυϲιν ἕξει εἰϲ τὸ ἡμῶν πολίτηϲ, καθότι καὶ τὸ Κρονίδηϲ εἰϲ τὸ τοῦ Κρόνου υἱόϲ, καὶ τὰ τούτοιϲ ὅμοια. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ δευτέρου προϲώπου. ἐπὶ γὰρ τρίτου γινωϲκόμενα μὲν τὰ ἔθνη παραληφθήϲεται αὐτοῖϲ τοῖϲ ὀνόμαϲιν, καθώϲ ἔφαμεν, οὐ μὴν γινωϲκόμενα παραγωγὴν ἀναδέξεται ἐξ ὀνόματοϲ τοῦ ἀναιροῦντοϲ τὰϲ θέϲειϲ τῶν ὀνομάτων, λέγω τοῦ ἄλλων. τὸ γὰρ ἀλλοδαπόϲ ἀποφάϲκει τὸ οὐχ ἡμεδαπόϲ ἐϲτιν, οὐχ ὑμεδαπόϲ, οὐκ Ἀθηναίων πολίτηϲ. κατ’ οὐδένα λόγον ἄρα τοῖϲ ἀντωνυμικοῖϲ ϲυζυγεῖ τῷ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, κατὰ δὲ ἀναίρεϲιν τῶν προειρημένων ἐθνῶν.