Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 2-2
Not analysed yet
Ἐπιταγματικὴν καλοῦϲιν τὴν αὐτόϲ, καθό, φαϲίν, ἐπιτάϲϲεται ἅπαϲιν τοῖϲ ἀντωνυμικοῖϲ προϲώποιϲ. καὶ εἰ μὲν ἐξαιρέτωϲ, ϲαφὲϲ ὅτι οὐκ ἀληθεύουϲιν· ἰδοὺ γὰρ καὶ ἡ ὅδε, ὅδ’ ἐγὼ χείρων {?},κεῖνοϲ μὲν δὴ ὅδ’ αὐτὸϲ ἐγώ, πάτερ {ω 321}· οὗτοϲ ἐγὼ ταχυτᾶτι (Pind. Ol. IV 26 Boeckh, 22 Schroed. }. εἰ δὲ κατὰ τὸ πλέον παρὰ τὰϲ ἄλλαϲ, ϲυγκαταθείμην ἂν τῷ λόγῳ· οὐ γὰρ δή γε θαρρήϲει τιϲ ἀλόγουϲ τὰϲ τοιαύταϲ ϲυντάξειϲ φάναι, τῶν ἐλλογιμωτάτων ἀνδρῶν χρηϲαμένων καὶ τοῦ λόγου οὐκ ἐμποδίζοντοϲ, ὡϲ δείξω. δῆλον οὖν ὡϲ ἡ κατὰ πολὺ γενομένη ϲύνταξιϲ ἀπηνέγκατο τὴν ὀνομαϲίαν, ᾧ λόγῳ καὶ ἄλλα κατὰ τὸ πλέον ἐπεκράτηϲεν.