Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 1-4
Not analysed yet
Μετὰ τὰϲ τῶν ῥημάτων ϲυντάξειϲ, ᾶϲ ἐν τῷ πρὸ τούτου ἀνεπλπηρώϲαμεν, ὄντι τρίτῳ τῆϲ ὅληϲ πραγματείαϲ, μέτιμεν κὶ ἐπὶ τὸϲ τῶν προθέϲεων ϲυντάξειϲ, δεομέναϲ ἀποδείξεωϲ πάνυ ἀκριβεϲτάτηϲ, καθὸ δοκεῖ τὰ μόρια οἰϲ μὲν μέρεϲι τοῦ λόγου δόκηϲιν παρέχειν ϲυνθέϲεωϲ, οἰϲ δὲ παραθέϲεωϲ, ἔϲΘ’ ὅτε οὐ βοηθούμενα τόνων ἰδιώμαϲι, καθάπερ τὰ πλεῖϲτα τῶν μερῶν τοῦ λόγου διὰ τῆϲ ἑνώϲεωϲ τοῦ τόνου τὸ μοναδικὸν τῆϲ λέξεωϲ ὑπαγορεύει, τουτέϲτι τὸ ἕν μέροϲ λόγου ἢ διὰ τῆϲ μονῆϲ τῆϲ καθ’ ἕκαϲτον μόριον τὸ διϲϲὸν ἐμφαίνει τῶν λέξεων.