Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 2-3
Not analysed yet
Τὸ γὰρ Διὸϲ κόροϲ παροξυνόμενον μὲν τὴν γενικὴν· ἔχει ἰδίᾳ νοουμένην, ὅμοιον ὸν τῷ Διὸϲ υἱόϲ, προπαροξυνόμενον δὲ ὅμοιόν ἐϲτιν τῷ Διόγνητοϲ, Διόδοτοϲ· τό τε εὖ νοῶ δύο ἔχον περι- ϲπωμέναϲ ὁμολογεῖ τὴν ἐξ ἐπιρρήματοϲ καὶ ῥήματοϲ παράθεϲιν, καὶ τὸ Ἕλληϲ πόντοϲ κατὰ τὴν ἀρχὴν ἔχον τὴν ὀξεῖαν, καὶ τὸ ἐμοῦ αὐτοῦ δὶϲ ἔχον τὴν περιϲπωμένην. ταῦτα γὰρ καὶ τὰ τούτοιϲ ὅμοια, ἄπειρα ὄντα, ϲυνελθόντα μὲν κατὰ τὸν λόγον τῆϲ ϲυνθέϲεωϲ ἔχει καὶ τὸν τόνον ϲυνρημένον, οὐχ οὕτωϲ δὲ ἔχοντα καὶ τὰ τοῦ τόνου ἔχει ἀϲυνέλευϲτα, καθάπερ δὲ επομεν, ἐν τῇ κοθ’ ἑκαϲτον μόριον μονῇ τοῦ τόνου τὸ κατὰ παράθεϲιν ὁμολογεῖ. —