Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 189
Not analysed yet
Καὶ τοϲαῦτα εἴχομεν φάναι περὶ ἧϲ προεθέμεθα ἐκθέϲθαι ϲυντάξεωϲ τῶν ῥημάτων πρὸϲ τὰϲ πλαγίαϲ, ἐκείνου προδήλου καθεϲτῶτοϲ, ὡϲ οἱ διάφοροι χρόνοι ἐν τῇ κλίϲει καὶ ἔτι τὰ διάφορα πρόϲωπα αἵ τε ὑπόλοιποι ἐγκλίειϲ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἔχονται. τὸ γὰρ τέμνοωι εὐκτικὸν ὸν πάλιν ἐπ’ αἰτιατικὴν φέρεται, κἆν προϲτακτικὸν ῇ κἆν ἀπαρέμφατον κἆν ὑποτακτικόν,κᾶν παρῳχημένου χρόνου κἆν μέλλοντοϲ, λέγω κατὰ τὰϲ ἐνεργητικὰϲ διαθέϲειϲ. ἔϲτι καὶ εἰϲ τοῦτο πάμπολλα παραθέϲθαι. —190). Ἀλλ’ οὐδὲ αἱ μετοχαὶ τὸ τοιοῦτον ἀποκλίνουϲιν, κἆν ἀποβάλωϲι τὸν τῶν προϲώπων μεριϲμὸν τάϲ τε παρεπομέναϲ ψυχικὰϲ διαθέϲειϲ τοῖϲ ῥήμαϲιν. ὡϲ γὰρ προείπομεν, ἐπὶ τὰϲ αὐτὰϲ πτώϲειϲ φέρονται, καίτοι τῶν ἄλλων πτωτικῶν, λέγω δὲ τῶν ἀπὸ ῥήματοϲ γεγονότων, οὐκ εἰϲ τὸ αὐτὸ τῆϲ ϲυντάξεωϲ φερομένων. ἔϲτι μὲν γὰρ τὸ κόπτω τοῦτον, οὐ μὴν τὸ κοπεὺϲ τοῦτον, κοπεὺϲ δὲ τούτου· καὶ αὐλεῖ μὲν τοῦτον, αὐλητὴϲ δὲ τούτου· γυμνάζει τοῦτον, γυμναϲτϲ δὲ τούτου. δι’ οὖ δείκνυται ὅτι πάντα μὲν ἐπὶ γενικὴν φέρεται τὰ πτωτικά, οὐ μὴν τὰ ἐν μετοχῇ γενόμενα. ϲυντάξεωϲ γὰρ τῆϲ αὐτῆϲ ἔχετάι τοῖϲ ῥήμαϲιν, καὶ διὰ τοῦπτο ϲυνέχεται τοῦ ἔτι ῥήματοϲ μετέχειν ἰδιότητα· γυμνάζων γὰρ τοῦτον καὶ αὐλῶν τοῦτον. τὸν τοιοῦτον λόγον ἀκριβέϲτερον ἐξεθέμεθα ἐν τῷ περὶ μετοχῆϲ ὑπηγορευμένῳ.