Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 10-2
Not analysed yet
Τὸ οὖν κατὰ θηλείαϲ λεγόμενον οὗτόϲ με ἔτυψεν οὐχ ἁμάρτημα τοῦ λόγου· τὸ δέον γὰρ τοῦ καταλλήλου ἀνεδέξατο. εἰ γοῦν ὑπούϲηϲ θηλείαϲ φαίη τιϲ αὕτη με ἔτυψαν, ὁμολόγωϲ ϲολοικιεῖ διὰ τὸ ἀκατάλληλον τῶν λέξεων, κἂν ἀληθεύει τὸ γένοϲ. οὐ γὰρ ἐν τοῖϲ ὑποκειμένοιϲ τὸ ἀκατάλληλόν ἐϲτιν ἢ κατάλληλον, ἐν δὲ τῇ ϲυντάξει τῶν λέξεων, αἷϲ παρέπεται τὸ μεταποιεῖϲθαι εἰϲ τὸ δέον, τῶν ὑποκειμένων ἁπάντοτε τῶν αὐτῶν ὄντων. ἔϲτι γοῦν καὶ οὐδετέρωϲ φάναι τοῦτό με ἔτυψε, καὶ οὐδὲ οὕτωϲ τὰ τοῦ λόγου ἠλόγηται· κατ᾿ οὐδένα γὰρ τρόπον ἐλλειπὲϲ γενήϲεται, ἀναφερόμενον ἐπὶ τὸ γύναιον, καθάπερ ἐκεῖ τὸ νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔ ποτ᾿ ἐρωεῖ {μ 74 sep. }· πρὸϲ γὰρ τὸ ϲυνώνυμον τοῦ νέφουϲ ἀπήντηϲε. καὶ ἔτι ἐπὶ πλήθουϲ ἦ μάλα δὴ τάδε δώματα κάλ᾿ Ὀδυϲῆοϲ {ρ 264}, οὐκ ἄν τίϲ μιν ἀνὴρ ὑπεροπλίϲϲαιτο {ρ 268}· πρὸϲ γὰρ τὸ ϲυνώνυμον τοῦ οἴκου παρείληπται· ἐπιφέρει γοῦν γινώϲκω δ᾿ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται {ρ 269. }