Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 11-3
Not analysed yet
Ἦν μέντοι ἐκεῖνο παρακινδυνευόμενον, τὸ ἐν ϲυνθέτῳ λέξει ὑποφαίνεϲθαί τινα ϲολοικιϲμόν, λέγω ἐπὶ τοῦ ἑνδέκατοϲ ἢ ἐπὶ πλέον ἐπὶ τοῦ ἑνδεκάτη. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτιν φάναι, ὅτι ἡ ἑνόϲ ἔγκειται γενική· παρὰ γὰρ εὐθείαϲ αἱ ϲυνθέϲειϲ τῶν τοιούτων γίνονται, τρειψκαιδέκατοϲ, τεϲϲαρεϲκαιδέκατοϲ. καὶ οὕτωϲ δὲ τὸ ἑνδεκάτη οὐ ϲυνίϲτατο. Ἐφ᾿ οὗ ϲχήματοϲ ἔϲτιν φάναι, τὸ μὲν ἁπλοϊκόν, ὡϲ παρὰ τὸν ἀριθμὸν τὸν ἕνδεκα, εἴτ᾿ ἐκ παραθέϲεωϲ ὄντα εἴτε καὶ ἐκ ϲυνθέϲεωϲ, παραγωγή τιϲ ἐγίνετο ἡ τοῦ ἑνδέκατοϲ, ὡϲ ἕβδομοϲ ἑβδόματοϲ, ἀφ᾿ οὗ καὶ τὸ θηλυκὸν ἑβδομάτη ἑνδεκάτη. ὅτι δὲ ἐκ παραθέϲεων δύο ἓν γίνεται παραγωγόν, διὰ πλειόνων ἐδείξαμεν, τὸ αὐτό —ταὐτότηϲ, παρὰ ποταμὸν μένει ὁ δεῖνα—παραποτάμιοϲ.