Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 9
Not analysed yet
Καὶ φαίνεται ὅτι ὅϲον ἐπ’ αὐτῷ ὁ λόγοϲ κατώρθωται, παρὰ δὲ τὴν ἐξ αὐτοῦ γενομένην δεῖξιν τὰ τοῦ γένουϲ ἐνήλλακται. ϲαφέϲ τε ὡϲ οὐδὲ ἐν νυκτὶ ἐγχωρήϲει ὁ καινότερον ἐπινοηθεὶϲ διὰ τῆϲ οὗτοϲ ἀντωνυμίαϲ ϲολοικιϲμόϲ, καὶ δέον προϲθεῖναι τῷ ὅρῳ, ὅτε μὴ ἐν νυκτερινῷ καταϲτήματι εἴη τὰ τῆϲ ϲυντάξεωϲ· δῆλα γὰρ τὰ ὑπ’ ὄψιν πίπτοντα τοῦ γένουϲ ἐϲτίν. ὅπερ γελοῖον· οἱ γὰρ ϲολοικιϲμοὶ ἀκοῇ ὑποπίπτουϲιν, ἐλεγχόμενοι ἐκ τῆϲ κατὰ παράθεϲιν τῶν λέξεων ϲυνούϲηϲ ἀκαταλληλίαϲ, ὧν μεταλαμβάνουϲιν καὶ οἱ τεθρυμμένοι τὰϲ ὄψειϲ· οὐ γὰρ ἐλλειπεῖϲ εἰϲιν τοῦ ἐξιδιοποιουμένου τὴν φωνήν, λέγω τῆϲ ἀκοῆϲ. δοθήϲεται δὲ κἀκεῖνο, ὡϲ παρὰ τὰϲ προτάξειϲ ἐναλλαϲϲόμενα ὑπὸ λόγον τὸν τοῦ ϲολοικιϲμοῦ οὐ πεϲεῖται. ὡϲ γὰρ εὔηθεϲ τὸ τοιοῦτον, καὶ. τὸ προειρημένον.