Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 10-3
Not analysed yet
τὸ γοῦν θάκην κάτα κοιρανέουϲι {α 24} διὰ τοῦ ἀρκτικοῦ τόνου, λέγω τῆϲ ἀναϲτροφῆϲ, ϲυϲϲημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆϲ προέϲεωϲ, οὐχ οὕτωϲ δὲ ἔχον ϲύνταξιν τὴν ἐπὶ τὸ ῥῆμα παραδέχεται. καὶ ἕνεκα τούτου εὐπαράδεκτοϲ καὶ ἡ διϲϲὴ τάϲιϲ τῶν προθέϲεων. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ εύρε δὲ Πατρόκλῳ πέρι κείμενον ὃν φίλον υἱόν {T 4}, καὶ γὰρ ὅτε πρώτιϲτον ἐμοῖϲ ἔπι δέλτον ἔθηκα γοόναϲιν {Csimachi? frgm. anon. 261,II 752 OSchn. }. καὶ ἔτι ἐν δυϲὶν ὀνόμαϲι, μόχn ἔνι κυδιανείρᾳ {Z 124. H 113. Θ 448. 391 },ποταμῷ ἔπι δινήεντι {Θ 490 },ποταμοῦ ὄπο ελλήεντοϲ {B 659. 839. Μ 97. 0 531 }. ὑπὲρ ὦν τῆϲ διαφορᾶϲ κατὰ τὸ δέον ἐκθηϲόμεθα, ἐν ῷ καὶ παραϲτήϲομεν γὰρ νῦν προκείμενον ἡμῖν ἐϲτιν παραϲτῆϲαι, ὡϲ ἀναγκαίωϲ οἱ ϲτοιχειωταὶ ἐπενόηϲαν τὴν ἐπ’ αὐταῖϲ γενομένην διϲϲὴν τάϲιν, ὁμολόγωϲ καὶ τῶν φωνῶν προευθετιϲμένων εἰϲ τὸν προκείμενον λόγον, εἴγε ἁπάϲαιϲ παρεπόμενόν ἐϲτιν τὸ ὀξύνεϲθαι, τῶν ἄλλων μερῶν τοῦ λόγου ποικιλω τερῶν ὄντων κατὰ τὰϲ τάϲειϲ· οὐ γὰρ τὸ μεταπῖπτον τῆϲ τάϲεωϲ εἰϲ τὸν αὐτὸν εὐθετιϲμὸν ὑπῆρχεν, ὅϲ γε καὶ παρηκολούθει ταῖϲ προθέϲεϲιν. —