Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 9-2
Not analysed yet
Μήποτε δὲ καὶ δεόντωϲ τὸ διϲϲὸν τοῦ τόνου παρέπεται. τὰ μὲν γὰρ ἄλλα μέρη τοῦ λόγου μίαν ἔχει ϲύνταξιν ἐφ’ ἣην καὶ φέρεται, ὡϲ τὰ ἐπιρρήματα ἔπειϲι τοῖϲ ῥήμαϲι, κἄν μεταξὺ μέρη λόγου πλείονα πίπτῃ, τὰ δὲ ἄρθρα ὡϲ πρὸϲ τὰ πτωτικά, τά τε ὀνόματα ἐπὶ τὰ ϲυνόντα τῶν ῥημάτων, καὶ αὐτῶν τῶν ῥημάτων ὑποϲτροφὴν ποιουμένων ὡϲ πρὸϲ τὰ ὀνόματα ἢ πρὸϲ τὰ ἀντωνυμικά, ἅπερ πάλιν ἀντὶ ὀνομάτων παρολαμβάνεται· αἱ μέντοι προθέϲειϲ δύο ϲυντάξειϲ ἀναδεξάμεναι, τήν τε πρὸϲ τὰ ὀνόματα καὶ ἔτι πρὸϲ τὰ ἐήματα, δεόντωϲ παραδέξονται καὶ τὸ ἐναλλαϲϲόμενον τοῦ τόνου, ὅπερ ὑποϲτρέφον διὰ τῆϲ τάϲεωϲ ϲυϲϲημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆϲ προθέϲεωϲ, ἐπιμένον δὲ κατὰ τὴν ἰδίαν τάϲιν ϲημαίνει καὶ τὴν δέουϲαν ϲύνταξιν τῆϲ προθέϲεωϲ. —