Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 11-4
Not analysed yet
Διὰ τοῦτο καὶ ἐπεκτεινόμεναι ϲυνέλκουϲι κατὰ τὸ τέλοϲ τὴν ὀξεῖαν, ὡϲ ἔχει ἡ ἐνί καὶ ἡ προτί. —διὰ τοῦτο οὐδ’ οἱ περὶ τὸν Ἀλριϲτοφάνη ἠξίωϲαν βαρύνειν τὰ μόρια κατὰ τὴν Αἰολίδα διάλεκτον, ἵνα μὴ τὸ ἴδιον τῆϲ προθέϲεωϲ ἀποϲτήϲωϲιν, λέγω τὴν ἀναϲτροφήν· εἰ γὰρ καὶ ἐβαρύνθηϲαν, ἀνθελκόμεναι ἀπὸ τῆϲ τοῦ ῥήματοϲ ϲυντάξεωϲ ἢ τοῦ διὰ τὸ αὐτὸ καὶ κατ’ ἀρχὴν καὶ κατὰ τέλοϲ βραχεῖαι· ὁ γὰρ βραχὺϲ χρόνοϲ εὐμετάθετοϲ κατὰ τάϲιν, ὅπου γε καὶ ἡ Αἰολὶϲ μετατιθεῖϲα τοὺϲ τόνουϲ τοὺϲ κατὰ τὸ τέλοϲ ἐκ βραχείαϲ ϲυλλαβῆϲ μετατίθηϲι κατὰ τὸ πλέον. πλεονάϲαϲαι οὖν χρόνῳ ἐλλείπουϲι καὶ τῇ ἀναϲτροφῇ, ὡωϲ ἡ καταί, ὑπαί καὶ αἱ τοιαῦται. Ἀλλ’ οὐ πᾶϲαι ἀναϲτρέφονται. οὐδὲ γὰρ πᾶϲα ἀντωνυμία καὶ ἐγκλίνεται καὶ ὀρθοτονεῖται, ἀλλ’ ἐπὶ τὸ πλέον ταύταιϲ παρέπεται· οὐδὲ πάντα τὰ πύϲματα ἐν βαρείᾳ ἐϲτὶ τάϲει, ἀλλ’ οὐδὲ ἄλλα πλεῖϲτα ἐξωμάλιϲται.