Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 100-2
Not analysed yet
Οὐ μὴν περιϲϲὸν ἡγητέον παραθέϲθαι τὸ εὔχρηϲτον τῆϲ γενομένηϲ μένηϲ ἀφορμῆϲ κατὰ τὸ τρίτον, ὡϲ τὸ μὲν ὀρθοτονούμενον εἰϲ τὸ ϲύνθετον ἐχώρει, τὸ δὲ μὴ οὕτωϲ ἔχον εἰϲ ἁπλὴν μετάληψιν. —Ἡ ἐν τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ προϲώποιϲ ϲύνταξιϲ προφανεϲτάτη ἐϲτὶν ἔν τε τῷ διαβιβαζομένῳ προϲώπῳ ἐφ᾿ ἕτερον καὶ τῷ μὴ οὕτωϲ ἔχοντι, ὡϲ ἔχει τὸ ϲὲ γὰρ ἅζομαι {Alcmanis fr. 54 Bergk4} πρὸϲ τὸ ϲὲ γὰρ αὐτὴν παντὶ ἐῒϲειϲ {v 313} καὶ τὸ ἀλλ᾿ ἐμὲ μὲν ϲὺ ϲάωϲον {Λ 828} πρὸϲ τὸ ἐμὲ λύϲομαι {K 378} τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἡ μέντοι κατὰ τὰ τρίτα πρόϲωπα ϲύνταξιϲ πάνυ πῶϲ ἐϲτιν δυϲπαρακολούθητοϲ· παμπόλλων γὰρ ὄντων τῶν τρίτων καὶ διὰ μιᾶϲ λέξεωϲ νοουμένων, λέγω τῆϲ ῥηματικῆϲ ἢ καὶ ἔτι τῆϲ ἀντωνυμικῆϲ, παρείπετο διὰ τὴν ἐποῦϲαν ϲυνέμπτωϲιν τά τε ἐν μεταβάϲει πρόϲωπα νοούμενα καὶ ἔτι τὰ ἐν τῇ αὐτοπαθείᾳ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἔχεϲθαι.