Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 99-2
Not analysed yet
«Τό τε ϲυνερχόμενον ῥῆμα πληθυντικόν ἐϲτιν, ἔχον τὴν ϲύνταξιν τοιαύτην, ἐμοὶ ἐγένοντο, ϲοὶ ἐγένοντο, οἷ ἐγένοντο». δι᾿ ὃ καὶ ἕνεκα τοῦ τοιούτου μετατίθεται εἰϲ τὸ ἔτευξεν, ἵνα ἑνικὸν γενόμενον ϲυμφωνήϲῃ κατὰ ἑνικὸν τῷ οἷ τ᾿ αὐτῷ, ἃϲ πᾶϲι κακὸν Τρώεϲϲιν ἔτευξεν καὶ ἑαυτῷ, ἢ ὡϲ ὁ Κομανὸϲ ἐν ὑπερβατῶ ἤκουεν, Ἀλεξάνδρῳ ἐτεκτήνατο νῆαϲ καὶ ἑαυτῷ, αἳ πᾶϲι κακὸν Τρώεϲϲι γένοντο {Ε 63} ὡϲ φυϲικῆϲ τινοϲ ἀκολουθίαϲ νόμον θεμένηϲ τοῦ πάντωϲ τὴν ὀρθὴν τάϲιν ἐν τρίτοιϲ προϲώποιϲ ϲυνθέτου ἀντωνυμίαϲ μετάληψιν ὁμολογεῖν. τί γὰρ ἂν ποιήϲειαν ἐπὶ τῶν καλουμένων κτητικῶν ἀντωνυμιῶν, ὧν ἡ θέϲιϲ ἀπαράδεκτοϲ ἐγκλιτικῆϲ τάϲεωϲ; ἐφ᾿ ὦν γε δεδείξεται ὡϲ κατὰ πᾶϲαν πτῶϲιν μενούϲηϲ τῆϲ αὐτῆϲ τάϲεωϲ τό τε ἁπλοῦν ϲχῆμα τῶν ἀντωνυμιῶν εὐπαράδεκτον καὶ ἔτι τὸ ϲύνθετον, τῆϲ τοῦ ῥήματοϲ ϲυντάξεωϲ πᾶν τὸ τοιοῦτο διαϲτελλούϲηϲ. —πῶϲ οὖν οὐκ ἀπανάγνωϲμα τὸ ἀλλά οἱ αὐτῷ {δ 667}, κατ᾿ ἔγκλιϲιν ἀναγνωϲθέν, ἀντιδιαϲταλτικῆϲ ἐπιφερομένηϲ τῆϲ πρὶν ἡμῖν; —Ἀπόχρη εἰϲ ἐντελῆ διάγνωϲιν τὰ προκείμενα ὑποδείγματα.