Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 101-2
Not analysed yet
ἡ ἕο ἀντωνυμία καὶ αἱ ϲύζυγοι κατὰ τὰϲ πλαγίαϲ πρόδηλον ὅτι τρίτου εἰϲίν· ἀλλὰ καὶ τὸ κήδεται καὶ ἅπαντα τὰ τοιαῦτα ῥήματα ὁμοίωϲ τρίτου ἐϲτὶν προϲώπου, ἃ δὴ κατὰ τὴν ϲύνταξιν ταξιν τῶν ἀντωνυμιῶν δύο τρίτα ποιήϲει, λέγω ἓν μὲν τὸ ἐκ τοῦ ἀντωνυμικοῦ πρόϲωπον, ἕτερον δὲ τὸ ἐκ τοῦ ῥήματοϲ. γενήϲεται γὰρ ἕο κήδεται, ἐν δυϲὶ προϲώποιϲ, αὐτοῦ κήδεται, δι᾿ οὗ ἐμφανίζομεν, ὅτι τίϲ τινοϲ κήδεται. ἀλλὰ κἀκεῖνο ἕνδεκτόν ἐϲτιν τό τινα ἑαυτοῦ κήδεϲθαι, καὶ δῆλον ὅτι οὐ δι᾿ ἄλλων πάλιν ϲυντάξεων τὸ τοιοῦτον εἰρήϲεται ἢ τῶν αὐτῶν· πάλιν γὰρ ἐγγενήϲεται τὸ ἕο κήδεται. ἔνθεν οὖν δυϲέφικτον ἐγίνετο διαγνῶναι, πότερόν τίϲ τινοϲ κήδειαι ἢ οὔ τινοϲ μέν, ἑαυτοῦ δέ. φέρε γὰρ τὸν Εὔμαιον ἑαυτοῦ κήδεϲθαι· τί ἂν γένοιτο ἄλλο ἢ τὸ ἐπεὶ ἕο κήδετο λίην {ξ 461}; ἢ τοῦ Τηλεμάχου, καὶ πάλιν προϲεχώρει τὸ ἐπεὶ ἕο κήδετο λίην· πρὸϲ τὸ τοιοῦτο οὖν εὐτρεπίζοιντο αἵ τε ὀρθοτονούμεναι εἰϲ τὸ ἀμετάβατον τοῦ προϲώπου, λέγω εἰϲ τὸ ϲύνθετον, αἵ τε ἐγκλινόμεναι εἰϲ τὸ ἁπλοῦν, τουτέϲτιν τὸ διαβιβαζόμενον εἰϲ ἕτερον πρόϲωπον.