Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 100-3
Not analysed yet
Ἕϲτι καὶ οὕτωϲ φάναι, ὡϲ ἀληθεύει ὅτι ἐπὶ τοῖϲ μὴ ϲυνοῦϲιν αἱ εὐχαὶ γίνονται· οὐ ϲυνόντοϲ γὰρ τοῦ φιλολογεῖν φαίημεν ἂν φιλολογῖμι, λογοῖμι, οὐ ϲυνόντοϲ τοῦ πλουτεῖν τὸ πλουτοῖμι· χρὴ μέντοι νοεῖν ὡϲ τὸ ἐξαιτούμενον ἐκ τοῦ εὐκτικοῦ ἢ εἰϲ παράταϲιν τοῦ ἐνεϲτῶτοϲ παραλαμβάνεται, ἵνα ἐν αὐτῷ διαγίνηται, ὡϲ εἴ τιϲ φαίη ζώοιμι ὦ θεοί, ἢ εἰϲ τελείωϲιν τῶν μὴ ὄντων πραγμάτων, ὡϲ ὁ Ἀγαμέμνων εὔχεται, εἴθε ὦ θεοὶ πορθήϲαιμι τὴν Ἴλιον· εὐχὴ γὰρ νῦν γίνεται εἰϲ τὸ παρῳχημένον καὶ ϲυντελὲϲ τοῦ χρόνου. τὴν γὰρ παράταϲιν ἀπευκταίαν ἕξει· πορθοῦντι γὰρ αὐτῷ τὴν Ἴλιον ἐννέα δὴ βεβάαϲι Διὸϲ μεγάλου ἐνιαυτοί, καὶ δὴ δοῦρα ϲέϲηπε νεῶν καὶ ϲπάρτα λέλυνται {B 134 seq. }. καθότι πάλιν κατὰ τὸ ἐναντίον ἔϲτιν ἐπινοῆϲαι ἐπὶ τοῦ ζώοιμι. οὐ γὰρ δή γέ τιϲ παραλήψεται εἰϲ εὐχὴν τὴν τοῦ ζῆν ϲυντέλειαν ἐν τῷ ζήϲαιμι. ἡ γὰρ τοιαύτη ϲυντέλεια τῆϲ εὐχῆϲ δυνάμει περιγράφει τὴν τοῦ βίου διατριβήν.