Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 99-3
Not analysed yet
Πρὸϲ ὃ ἔϲτιν φάναι ὡϲ πᾶϲα ἀνάγκη ὑπάρξαι καὶ τὴν ἐκ παρῳχημένου εὐχήν. φέρε γὰρ τὸν ἐπιβάλλοντα χρόνον τοῦ γινομένου ἀγῶνοϲ Ὀλυμπίαϲι παρῳχῆϲθαι, καὶ πατέρα εὔχεϲθαι ὑπὲρ παιδὸϲ ἀγωνιϲαμένου περὶ τῆϲ τούτου νίκηϲ· καὶ δῆλον ὡϲ οὔτε ποιήϲεται εὐχὴν διὰ τῆϲ τοῦ ἐϲομένου χρόνου οὔτε μὴν τοῦ κατὰ τὸν ἐνεϲτῶτα παρατεινομένου (τὰ γὰρ τοῦ παρῳχημένου ἀντίκειται), ἐξ οὗ ἂν ἀκολούθωϲ γένοιτο ἡ εὐχὴ εἴθε νενικήκοι μου ὁ παῖϲ, εἴθε δεδοξαϲμένοϲ εἶη.