Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 101-3
Not analysed yet
Τὸ αὐτὸ ἄπορον μέτειϲι καὶ ἐπὶ τὰ προϲτακτικά. πάλιν γὰρ τὰ οὐ γενόμενα προϲτάϲϲεται, καὶ ἀληθὲϲ ὅτι τὰ παρῳχημένα γέγον. καὶ κατὰ τὸ αὐτὸ οὐ χρὴ παρῳχημένου χρόνου προϲτακτικὸν παραλαμβάνειν. Καὶ ἔϲτιν γε πάλιν ἐπὶ τῶν τοιούτων ταὐτὸν φάναι, ὡϲ τὸ πρῶτον διαφέρει τὸ κλειέϲθω ἡ θύρα τοῦ κεκλείϲθω, καθὸ ἡ μὲν κατὰ τὸν ἐνεϲτῶτα ἐκφορὰ ὑπαγορεύει τὴν ὑπόγυον πρόϲταξιν, ὅπερ ἐνεϲτῶτοϲ τοῦ παρατεινομένου ἦν ἴδιον, τό γε μὴν κεκλείϲθω τὴν ἔκπαλαι ὀφείλουϲαν διάθεϲιν γενέϲθαι.