Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 102-2
Not analysed yet
Καὶ τὸ μὲν πιθανὸν τοῦ λόγου τοιοῦτον ἦν, χρὴ μέντοι τὸν νοῦν ἐπερείϲανταϲ μὴ διὰ τοῦ τόνου διδάϲκεϲθαι, διὰ δὲ τοῦ παρεπομένου λόγου, καθάπερ καὶ ἐπ᾿ ἄλλων ἀπείρων ἀμφιβόλων διακρίϲειϲ παρέπονται ἐκ τῶν ἐπακολουθούντων τοῖϲ λόγοιϲ, οὐκ ἐξ ἐγκλίϲεων οὐδὲ ἐξ ὀρθῶν τάϲεων. καθάπερ οὖν εἴπομεν ὅτι, εἰ καὶ δῴη τιϲ ἐν τῇ ϲυνούϲῃ τάϲει διάκριϲιν τῶν ἁπλῶν καὶ ϲυνθέτων, ἀνάγκη πᾶϲα ὑποϲτρέψαι εἰϲ ὃν προεκτεθείμεθα λόγον. αἱ γὰρ κτητικαὶ τῶν ἀντωνυμιῶν τόνῳ οὐ διοριζόμεναι τὸ διϲϲὸν τῆϲ μεταλήψεωϲ ἔχουϲιν, οὕνεκ᾿ ἄρ᾿ οὐχ ὧ πατρὶ χαριζόμενοϲ {ν 265} πάρ τε καϲιγνήτῳ Θραϲυμήδεϊ καὶ πατέρι ᾧ {γ 39}· δῆλον γὰρ ὡϲ τῷ ἑαυτοῦ κατὰ ϲύνθετον προφοράν, καὶ οὐδαμόϲε ἑναλλαγὴ τοῦ τόνου διέϲτειλεν τὸ ϲημαινόμενον διάφορον ὄν, τὸ μέντοι ἀκόλουθον τοῦ λόγου, ᾧ χρὴ ὁμοίωϲ προϲανέχονταϲ καὶ ἐπὶ τῶν προκειμένων ἀντωνυμιῶν ταὐτὸν ἀποτελεῖν, καὶ μὴ παρὰ τὰϲ τῶν τόνων ἐναλλαγὰϲ ἐπιταράϲϲειν καὶ τὰϲ διανοίαϲ ἢ καὶ καταμέμφεϲθαι τὰϲ ποιητικὰϲ ϲυντάξειϲ, ὅ τι μὴ τῇ προκειμένῃ τηρήϲει ὑπαντήϲεται τὰ τοῦ λόγου.