Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 102-3
Not analysed yet
Ἀλλὰ καὶ εἴπομεν ὡϲ ἃ μὲν προϲτάϲϲεται αὐτῶν εἰϲ παράταϲιν. ὁ γὰρ ἀποφαινόμενοϲ οὕτωϲ, γράφε, ϲάρου, ϲκάπτε, ἐν παρατάϲει τῆϲ διαθέϲεωϲ τὴν πρόϲταξιν ποιεῖται, ὡϲ ἔχει καὶ τὸ βάλλ᾿ οὕτωϲ, αἴ κέν τι φόωϲ Δαναοῖϲι γένηαι {Θ 282}· φηϲὶ γὰρ ἐν τῷ πολέμῳ καταγίνου εἰϲ τὸ βάλλειν. ὅ γε μὴν λέγων κατὰ τὴν τοῦ παρῳχημένου προφορὰν γράψον, ϲκάψον, οὐ μόνον τὸ μὴ γινόμενον προϲτάϲϲει, ἀλλὰ καὶ τὸ γινόμενον ἐν παρατάϲει ἄπαγορεύει εἴγε καὶ τοῖϲ γράφουϲιν ἐν πλείονι χρόνῳ προϲφωνοῦμεν τὸ γράψον, τοιοῦτόν τι φάϲκοντεϲ, μὴ ἐμμένειν τῇ παρατάϲει, ἀνύϲαι δὲ τὸ γράφειν.