Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 103
Not analysed yet
Ἡ οὖν ἐμοῦ δὶϲ οὖϲα γενικὴ τὸ μὲν τοῦ κτήτοροϲ ἔϲχε πρόϲωπον ἀντωνυμικόν (ἐξ οὗ καὶ τὴν ὀνομαϲίαν εἶχε, τὸ ἀντωνυμία καλεῖϲθαι), ὅπερ ὁμολογεῖ τὴν δεῖξίν του ὡριϲμένου προϲώπου καὶ ἔχει τὴν μετάβαϲιν τὴν ἐπὶ τὸ δεύτερον καὶ τρίτον τὸ δὲ ἕτερον τοῦ ὑπακουομένου κτήματοϲ, ὃ κλίϲιν ποιεῖται τὴν εἰϲ τὰϲ πτώϲειϲ μετάθεϲίν τε τὴν εἰϲ τὰ γένη ἀριθμούϲ τε τοὺϲ κατ᾿ ἀκολουθίαν τοῖϲ ὀνόμαϲιν. τὸ γὰρ ἀντωνυμικὸν πρόϲωπον ἐν γενικῆ μόνον νοούμενον ἄκλιτόν ἐϲτιν εἰϲ τὰϲ πτώϲειϲ· ἡ γὰρ πτῶϲιϲ ἡ γενικὴ κρατεῖ τὴν κτητικὴν ἔννοιαν. διὰ τοῦτο κοὶ πᾶϲα κτητικὴ ἀτωνυμία μετὰ τοῦ κτήματοϲ εἰϲ γενικὴν ἀναλύεται. καὶ φαίνεται ὅτι αἱ μὲν πρωτότυποι οὐ κλίνονται εἰϲ τὰϲ πτώϲειϲ, αἱ δὲ κτητικαὶ οὐκ εἰϲ ἄλλο τι ἢ εἰϲ πτώϲειϲ, εἰϲ γένη καὶ εἰϲ ἀριθμούϲ. —