Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 103-2
Not analysed yet
Ἀκολούθωϲ ἰτέον καὶ ἐπὶ τὴν κτητικὴν ϲύνταξιν τῶν ἀντωνυμιῶν. Ἀκολούθωϲ ἀντωνυμίαι δύο πρόϲωπα παριϲτᾶϲαι, λέγω τό τε τοῦ κτήματοϲ καὶ τὸ τοῦ κτήτοροϲ, δεόντωϲ καὶ ἐν ϲυντάξεϲι τριϲὶν καταγενήϲονται, γενήϲονται, εἴγε αἱ τούτων πρωτότυποι μονοπρόϲωποι οὖϲαι δύο ϲυντάξειϲ τάξειϲ ἀνεδέξαντο, καθὼϲ ἀπεδείχθη. ἔχει δὲ τά τοῦ λόγου τῇδε. Τὰ ῥήματα ϲυνόντα ταῖϲ κτητικαῖϲ ἀντωνυμίαιϲ ἤτοι ἐκ τοῦ προϲώπου ἐϲτὶν τοῦ ὑπὸ τὴν κτῆϲιν πεπτωκότοϲ ἢ ἐκ τοῦ κτηϲαμένου ἢ ἐξ οὐδετέρου μὲν τούτων, ὑπ’ ἄλλου δέ τινοϲ ἔξωθεν παραλαμβανομένου. —καὶ. ἔϲτι μὲν τοῦ πρώτου ὁ ἐμὸϲ ἵπποϲ τρέχει, ὁ ἐμὸϲ ἀγρὸϲ εὐφορεῖ· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου. ἡ τοιαύτη ϲύνταξιϲ πάντωϲ ἐν ὀρθῇ πτώϲει ἐϲτίν, καθὸ τὰ ῥήματα πλαγίαιϲ μὲν οὐ ϲυντάϲϲοντα κατὰ τὸ αὐτὸ πρόϲωπον, ὀρθαῖϲ δὲ ἁπάντοτε. —τοῦ δὲ δευτέρου τὸν ἐμὸν ἀγρὸν ἔϲκαψα, τὸν ἐμὸν φίλον ἔπειϲα, τὸν ϲὸν υἱὸν ἐπαίδευϲαϲ. —τοῦ δὲ τρίτου τὸν ἐμὸν υἱὸν ἐδίδαξεν, τὸν ϲὸν υἱὸν ἐδίδαξεν, τὸν ϲὸν φίλον ἔπειϲεν· πρόδηλον γὰρ ὅτι ἡ τοιαύτη ϲύνταξιϲ ἐκτόϲ ἐϲτιν τῶν δύο προϲώπων τῶν ἐν ταῖϲ κτητικαῖϲ ἀντωνυμίαιϲ νοουμένων. καὶ εἰϲὶ πάντοτε ἐν πλαγίαιϲ πτώϲεϲιν αἱ τοιαῦται ϲυντάξειϲ, καθὸ τὸ ῥῆμα ἐν ἑτέραιϲ εὐθείαιϲ νοεῖται, ἐχθρὸν ἐμὸν ἐλύπηϲαϲ, τουτέϲτιν ϲύ· ἐχθρὸν ἐμὸν ἐλύπηϲε Τρύφων ἤ τιϲ ἄλλοϲ τῶν δυναμένων κατὰ τρίτα πρόϲωπα παραλαμβάνεϲθαι.