Ancient Greek · ~3 min
103 to 104
Apollonius Dyscolus, Περὶ συντάξεως 103-3-104
Not analysed yet
Τὰ δεύτερα πρόϲωπα τῶν προϲτακτικῶν πρόδηλον ἔχει τὴν ϲύνταξιν, κἂν ὁμόφωνα καθεϲτήκῃ τῇ ὁριϲτικῇ ἐγκλίϲει· ἡ γὰρ ϲυνοῦϲα αὐτοῖϲ κλητικὴ ἀφίϲτηϲι τὴν ἀμφιβολίαν τὴν πρὸϲ τὸ ὁριϲτικόν, καὶ τὸ ϲυνταϲϲόμενον ἐπίρρημα, λέγω δὴ τὸ ἄγε, ὥϲ γε ἐν τοῖϲ ἑξῆϲ παραϲτήϲομεν. τὰ γὰρ τρίτα καὶ τῇ φωνῇ ἰδιάϲαντα οὐδὲ κατ᾿ ὀλίγον ἀμφιβάλλεται. Τά γε μὴν τοῦ πρώτου προϲώπου πρόϲ τινων οὐδὲ παραλαμβάνεται, λαμβάνεται, λόγοιϲ τοιούτοιϲ. κεχωρίϲθαι φαϲὶ δεῖν τὸν προϲτάϲϲοντα τοῦ προϲταϲϲομένου, «ὅπερ οὐκ ἔϲτιν ἐπινοῆϲαι ἐν πρώτῳ προϲώπῳ· ἐϲτιν γὰρ πρῶτον τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, δεύτερον δὲ τὸ πρὸϲ ὃ ἡ ἀπόταϲιϲ ὑπὲρ αὐτοῦ τοῦ προϲφωνουμένου, εἰϲ ὃ καὶ ἐγχωρεῖ ἡ ἔγκλιϲιϲ ἐν τῷ φεῦγε, λέγε, γράφε.»