Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 104
Not analysed yet
Καὶ ἕνεκα τούτων τοῖϲ δύο προϲώποιϲ ἴδια μόρια παρίϲταται, τῷ μὲν ὀνοματικῷ τὸ ἄρθρον, τῷ δὲ ἀντωνυμικῷ ἡ ϲυνή- θωϲ ἐπιταϲϲομένη ἐπιταγματικὴ ἀντωνυμία κατὰ μίαν πτῶϲιν τὴν γενικήν, ἣν καί φαμεν μόνην ἐγκεῖϲθαι ἐν τῇ κτητικῇ ἀντωνυμίᾳ, ἀλλ᾿ ἐμὸν αὐτοῦ χρεῖοϲ, ὅ μοι κακὸν ἔμπεϲεν οἴκῳ {β 45}, αὐτῶν γὰρ ϲφετέρῃϲιν ἀταϲθαλίῃϲιν {α 7}, ἦ ἑὸν αὐτοῦ χρεῖοϲ {α 409}. ἐν δὲ ἁπάϲαιϲ πτώϲεϲι τὸ ἄρθρον, καθὸ ἡ τοῦ κτήματοϲ πτῶϲιϲ, κλίνεται, ὁ ἐμόϲ, τοῦ ἐμοῦ, τῷ ἐμῷ. ϲυμμεταπίπτει τε καὶ ἐπὶ τοῦ γένουϲ, ἡ ἐμή, τὸ ἐμόν· προφανὲϲ γὰρ ὅτι ἓν καὶ τὸ αὐτὸ πρόϲωπον τοῦ κτήτοροϲ, διάφορα δὲ τὰ κτήματα ἐν γένει. ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τοῦ ἀριθμοῦ· ἔϲτω γὰρ πάλιν εἷϲ μὲν ὁ κτήτωρ, πλείονα δὲ τὰ κτήματα κατὰ πᾶν γένοϲ, οἱ ἐμοί, αἱ ἐμαί, τὰ ἐμά. κἂν ἀμειφθῇ δὲ τὰ τοῦ ἀριθμοῦ, καὶ τὰ τοῦ ἄρθρου ϲυναμείβεται. φέρε δὲ πλείοναϲ ἑνὸϲ ἀγροῦ ἐπικρατεῖν· φαίηϲ ἂν ὁ ἡμέτεροϲ ἀγρὸϲ ϲκάπτεται, τοῦ ἄρθρου ἑνουμένου πρὸϲ τὸ ὑποκείμενον κτῆμα. καθὼϲ οὖν πρόκειται, ἐν ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν οὐδ᾿ ὅλωϲ ἐπὶ τὴν δεῖξιν φέρεται τῶν ἀντωνυμιῶν τὰ ϲυναρτώμενα ἄρθρα. (Καὶ αὕτη δέ ἐϲτιν ἀπόδειξιϲ τοῦ τὸ ὦ μὴ εἶναι ἄρθρον, καθὸ προτίθεται ἔϲθ᾿ ὅτε δεικτικῆϲ τῆϲ οὗτοϲ.)