Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 104-2
Not analysed yet
Ἡ δὲ πρὸϲ τὸ κτῆμα ϲυντρέχουϲα διάθεϲιϲ, ἐάν τε κατ’ ἐνεργητικὴν ἐκφορὰν ἐάν τε κατὰ παθητικήν, μόνωϲ ἀναλύεται εἰϲ ἁπλῆν ἀντωνυμίαν, ὡϲ ἔχει τὰ τοιαῦτα, ἐμὸϲ διαλέγεται φίλοϲ, ϲὸϲ ὑβρί δοῦλοϲ, ὅθ ἑὸϲ δόμοϲ ἀμφεκάλυψεν {δ 618 et o 118} ἔϲτιν γὰρ ὅτε ὁ αὐτοῦ με δόμοϲ ἐκάλυψεν, κεῖϲέ με νοϲτήϲαντα {δ 619 et o 119} ϲὸϲ δέ που ἔκφυγε κῆραϲ ἀδελφεόϲ {δ 512}, ὁ ἀδελφόϲ ϲου ἐξέφυγεν, ἐμὸϲ δέ κε καὶ πάιϲ εἴηϲ {Ι 57}, πατὴρ δ’ ἐμὸϲ ἄλλοθι γαίηϲ {β 131} ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων.