Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 105-3
Not analysed yet
ἀλλὰ κἀκεῖνο δῆλόν ἐϲτιν, ὡϲ αἱ κλητικαὶ ἐν δυϲὶ προϲώποιϲ καταγίνονται, τῷ τε προϲκαλοῦντι καὶ τῷ προϲκαλουμένῳ· καὶ διὰ τοῦτο τῶν κατὰ τὸ πρῶτον πρόϲωπον ἀντωνυμιῶν κλητικαὶ οὐκ ἦϲαν, τῶν γε μὴν πάλιν κατὰ τὸ δεύτερον. ϲαφὲϲ οὖν ὅτι καὶ ἐκ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ δείκνυται ὡϲ πρώτου προϲώπου οὐκ ἔϲτι προϲτακτικά· τὴν γὰρ ἐκ τῶν κλητικῶν ϲύνταξιν ἀναδέχονται, τιϲ ἐδέδεικτο ἀϲύϲτατοϲ κατὰ τὸ πρῶτον πρόϲωπον. καὶ ὡϲ οὐκ ἔϲτιν ἐπινοῆϲαι ἑαυτόν τινα προϲκαλούμενον διὰ τὸ ἀχώριϲτον τοῦ προϲώπου, οὕτωϲ οὐδὲ ἑαυτῷ προϲτάϲϲοντα διὰ τὸ ἀχώριϲτον τοῦ προϲώπου· πᾶν γὰρ προϲτακτικὸν ἐκ προϲώπου ἐπικρατοῦντοϲ ϲυνέϲτηκεν ὡϲ πρὸϲ ἐπικρατούμενον.