Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 105
Not analysed yet
Καὶ τοϲαῦτα περί τε τῶν μοναδικῶϲ προϲλαμβανόντων τὰ ἄρθρα καὶ ἔτι τῶν ἀπροϲλήπτων. Ἥ γε μὴν ὑπόλοιποϲ ϲύνταξιϲ κατὰ 25 μίαν προφορὰν πτωτικοῦ πρὸϲ τὸ δέον τοῦ λόγου τὰ ἄρθρα προϲλή- ψεται ἢ οὐ προϲλήψεται, ἵπποϲ τρέχει, ἢ ἐπὶ προεγνωϲμένῳ τῷ ἵππῳ ὁ ἵπποϲ τρέχει· πλοῖον κατέπλευϲεν, τὸ πλοῖον κατέπλευϲεν. ἔνθεν φαμὲν λείπειν τὸ ἄρθρον ἐν τῷ ἀρνειὸν δ᾿ ἐμοὶ οἴῳ ἐϋκνήμιδεϲ ἑταῖροι {ι 550}, καθὸ περὶ ἐκείνου διαλέγεται τοῦ προκατειλεγμένου ἐν τῷ ὕϲτατοϲ ἀρνειὸϲ μήλων ἔϲτειχε θύραζε {ι 444} τοῦ κτὰ νῶτα λαβών {ι 433}. εἰ γὰρ μὴ οὕτωϲ εἴη, οὐ λείπει τὸ ἄρθρον. πληρέϲτερον γὰρ ἐκεῖ προϲκείϲεται, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμηϲα {λ 35}· προκατείλεκτο γὰρ καθ᾿ ὃν καιρὸν ἐνεβιβάζετο ὑπὸ τῆϲ Κίρκηϲ.