Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 105-2
Not analysed yet
Οὐκ ἀπεμφαῖνον μέντοι ἐϲτὶν καὶ τὸ ϲυνταϲϲόμενον ῥῆμα ἐπὶ τὸν κτήτορα ϲυντείνειν, εἰ ϲημαίνοι ὕπαρξιν· εἰ γὰρ ἄλλο τι, τὰ τοῦ λόγου ἀκατάλληλα ἂν γένοιτο. οἷόν τε γάρ ἐϲτιν φάναι ἐμόϲ εἰμι οἰκέτηϲ, ὃ πάντωϲ μεταληφθήϲεται εἰϲ ϲύνθετον, ὅτε φαμὲν οὕτωϲ, ἐμαυτοῦ εἰμι οἰκέτηϲ· ἀϲύϲτατον δὲ τὸ τοιοῦτον, ἐμὸϲ θεράπων γράφω. δέον γὰρ γράφει, εἴγε πρὸϲ τὴν ὑπακουομένην τρίτου προϲώπου εὐθεῖαν ϲυντρέχει τὸ ῥῆμα. ἢ εἴπερ ἐν δευτέρῳ γένοιτο, πάντωϲ καὶ μετὰ τῆϲ ὑπαρκτικῆϲ μετοχῆϲ, ἐμὸϲ ὢν θεράπων τρέχειϲ.