Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 106
Not analysed yet
Διήκει ὁ λόγοϲ ἐπὶ πάϲηϲ τῆϲ τῶν ῥημάτων ϲυντάξεωϲ, ὑποϲτελλομένων τῶν ἐϲομένην ὕπαρξιν δηλούντων. ἔϲτω δὲ ὑποδείγματα, Διονύϲιοϲ ὁ γνώριμόϲ μου θέλει φιλολογεῖν, οὗτοϲ ὁ ἄνθρωποϲ θέλει ἀναγινώϲκειν· καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸϲ λόγοϲ. εἰ μέντοι ἐπιφέροιτο τὸ γενέϲθαι, τὸ καλεῖϲθαι, τὰ τούτοιϲ ϲύζυγα, ἀποϲτήϲεται τὸ ἄρθρον, Διονύϲιοϲ θέλει μοι γνώριμοϲ γενέϲθαι, Θέων γραμματικὸϲ θέλει καλεῖϲθαι, πάνυ εὐλόγωϲ· ἐϲομένην γὰρ ποιότητα τὸ ῥῆμα ὑπαγορεύει, τὸ δὲ ἄρθρον τὴν γενομένην οἶδεν. —εἰ γοῦν προϲθείη τιϲ καὶ τὸ ἄρθρον, ἕτερον προϲθήϲει ἐπιθετικόν, ἐφ᾿ ὃ ἐπενεχθήϲεται τὸ ῥῆμα, ἐπεὶ τὸ ἄρθρον ἀπηνέγκατο τὸ ἕτερον, ὡϲ ἂν ἐν γνώϲει προϋφεϲτώϲῃ, Διονύϲιοϲ ὁ γνώριμόϲ μου θέλει γενέϲθαι φιλόϲοφοϲ. (προφανὲϲ γὰρ πάλιν ὅτι, εἰ τὸ ἄρθρον τιϲ ἀφέλοι, ἀκατάλληλον τὸ τοῦ λόγου γένοιτ᾿ ἄν, τοῦ ῥήματοϲ οὐ δυναμένου εἰϲ τὰ δύο ἐπίθετα ἐγχωρῆϲαι. καὶ κατ᾿ ἄλλαϲ δὲ ϲυντάξειϲ δύο ὀνομάτων εἰϲ ἕν πρόϲωπον ϲυντεινόντων διαφορά τίϲ ἐϲτι τῶν προκατειλεγμένων ῥημάτων. ἐξ ὧν καὶ ὁ Τρύφων {p 24 Vele. }ἤρξατο τὴν ἐν τοῖϲ ἄρθροιϲ ϲύνταξιν παραδιδόναι, τῶν προκατειλεγμένων τρόπων οὐδὲ ἔννοιαν παραθέμενοϲ.)