Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 106-2
Not analysed yet
Ἐντεῦθεν οὖν δεῖ νοεῖν ὡϲ πᾶν ῥῆμα ἐκ τοῦ κτήτοροϲ γε λέγω κατὰ διάθεϲιν τὴν πρὸϲ τὸ κτῆμα, πάντωϲ καὶ ϲύνθετον μετάληψιν ποιεῖται, εἰ ἐγγένοιτό τιϲ διαϲτολή, τὸν ἐμὸν υἱὸν διδάϲκω, τὸν ϲὸν υἱὸν ἐπαίδευϲαϲ, τὸν ἐμαυτοῦ υἱὸν διδάϲκω, τὸν ϲαυτοῦ υἱὸν ἐπαίδευϲαϲ, πάνυ ἀναγκαίωϲ. οὐ γὰρ ἔτι τὸ ῥῆμα ἐκ τῆϲ κατὰ τὸ τέλοϲ εὐθείαϲ ϲυνείχετο, μετῄει δὲ ἐπὶ τὸ ἀντω πρόϲωπον· πρόκειται δὲ ὅτι, ἐὰν ῥῆμα κατὰ τὸ αὐτὸ πρόϲωπον ϲυντάϲϲηται πλαγίᾳ ἀντωνυμίᾳ, πάντωϲ ϲύνθετον μετάληψιν ἀπαιτεῖ, ὧϲ τὸ ἐμέ φημι {Ν 269} καὶ τὰ ὅμοια. ἀλλὰ μὴν καὶ δέδεικται ὡϲ αἱ κτητικαὶ ἀντωνυμίαι μόνηϲ γενικῆϲ εἰϲιν πτώϲεωϲ, εἰϲ ἣν καὶ μεταλαμβάνονται, καὶ ὡϲ αἱ ἐγκλινόμεναι πτώϲειϲ τῶν ὑπακουομένων κτημάτων εἰϲίν. δυνάμει γὰρ ὁ λέγων οὕτωϲ, τὸν ἐμὸν δοῦλον ἔπαιϲα, φηϲὶν τὸν ἐμοῦ δοῦλον ἔπαιϲα, ὅπερ οὐκ ἄλλο τι γενήϲεται ἢ τὸν ἐμαυτοῦ.