Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 106-3
Not analysed yet
Οἵ γε μὴν παραδεχόμενοι τὴν ἐν πρώτοιϲ προϲώποιϲ ἐπιγινομένην πρόϲταξιν, οὐκ ἀναϲκευάϲαντεϲ τοὺϲ προκειμένουϲ λόγουϲ, παρατίθενται ὡϲ προϲτακτικὰ ἐν τῇ χρήϲει, φεύγωμεν ϲὺν νηυϲὶ φίλην ἐϲ πατρίδα γαῖαν (B 140 et l 27}, ἀλλ᾿ ἄγε δὴ χαζώμεθ᾿ ἐφ᾿ ἵππῶν {Ε 249}, καὶ ἅπαντα κατὰ τὴν κοινὴν χρῆϲιν οὕτω λεγόμενα. ἐξ ὧν πειρῶνται καὶ τὰ ἑνικὰ παραλαμβάνειν. «ὃν γὰρ τρόπον τῶν δευτέρων πληθυντικῶν ἡ παραλήγουϲα ἀποβάλλουϲα τὴν τε λήγουϲα γίνεται τῶν ἑνικῶν, λέγετε λέγε, νοεῖτε νόει, τὸν αὐτὸν τρόπον καὶ τῶν πρώτων ἡ παραλήυουϲα ἀποβαλοῦϲα τὸ μεν καταϲτήϲει τὸ ἑνικὸν προϲτακτικόν, φέρω μεν φέρω, ἀριθμήϲωμεν ἀριθμήϲω. καὶ οὐ ξένον εἰ ὁμοφωνεῖ ταῖϲ ὁριϲτικαῖϲ φωναῖϲ, ὅπου γε καὶ ἡ ἐν δευτέροιϲ προϲώποιϲ ὁμοφωνία ἐγγίνεται.»