Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 107
Not analysed yet
,Τὰ δὲ ἐπιθετικὰ ἐπὰν ϲυντάϲϲηται κυρίοιϲ ὀνόμαϲι, πάντωϲ ϲὺν ἄρθροιϲ λέγεται, εἰ μὴ τὰ ὑπαρκτικὰ τῶν ῥημάτων ἐπιφέροιτο, ὁ γραμματικὸϲ Τρύφων ἀναγινώϲκει, ὁ φιλόϲοφοϲ Δίων περιπατεῖ. καὶ οὐκ ἄλλωϲ ἀποϲτήϲεται τὸ ἄρθρον, εἰ μὴ ὑπαρκτικὴ μετοχὴ ἐπενεχθείη, γραμματικὸϲ ὢν Τρύφων ἀναγινώϲκει, φιλόϲοφοϲ ὢν Δίων διαλέγεται, πάνυ εὐλόγωϲ διὰ τὴν νῦν ἐμφανιζομένην ποιότητα διὰ τῆϲ ὤν. οὐ γὰρ ἐν ῥήματι τὸ τοιοῦτον ἐδύνατο παραληφθῆναι ἕνεκα τοῦ ἐπιφερομένου ῥήματοϲ, ἐπεὶ δύο ῥήματα οὐ δύναται μίαν ϲύνταξιν ἐπιδέξαϲθαι δίχα ϲυμπλοκῆϲ. καὶ ϲαφὲϲ ἐκ τοῦ ὑποδείγματοϲ, τοῦ μὲν προειρημένου ὁ φιλόϲοφοϲ Δίων διαλέγεται, τοῦ δὲ δευτέρου φιλόϲοφοϲ ὢν Δίων διαλέγεται, τοῦ δὲ τρίτου φιλόϲοφόϲ ἐϲτι Δίων καὶ διαλέγεται· οὐ γὰρ ϲυϲτήϲεται δίχα τοῦ καί ϲυνδέϲμου, φιλόϲοφόϲ ἐϲτι Δίων διαλέγεται. (εἴρηται δὲ ἀκριβέϲτερον ἡ τοιαύτη ϲύνταξιϲ ἐν τῷ περὶ μετοχῶν, ἐν ᾧ καὶ ἐπεδείξαμεν ὡϲ τὸ αὐτὰρ ὁ βηριϲον τε καὶ Ἄντιφον ἐξεναρίξων {Λ 101 },εἰ μέν ἐϲτιν ὄνομα τὸ βηριϲον, ἐπὶ ῥῆμα πάντωϲ τὸ ϲυγκλεῖον τὴν διάνοιαν ἀναχθήϲεται τὸ τέλοϲ, λέγω τὸ ἐξενάριξεν· εἰ δὲ ἔγκειται τὸ βῆ ῥῆμα, ἀνέφικτον μὲν τὸ τοῦ ῥήματοϲ, κατάλληλον δὲ τὸ τῆϲ μετοχῆϲ, λέγω τὸ ἐξεναρίξων.)