Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 107-2
Not analysed yet
ἔνθεν τὰ τῆϲ ἀναλύϲεωϲ, εἰ μὲν ἐν ἀπολύτῳ εἴη προϲώπῳ, εἰϲ ἐγκλινομένην μεταλαμβάνεται ἁπλῆν ἀντωνυμίαν· εἰ δὲ δέοιτο ἀντιδιαϲτολῆϲ, πάντωϲ εἰϲ ϲύνθετον. δι᾿ ὃ καὶ μόνωϲ αἱ ϲύνθετοι ὀρθοτονούμεναί εἰϲιν· χρειώδηϲ γὰρ ἦν ἡ ἐξ αὐτῶν διαϲτολή. παρὸν οὖν φάναι πρὸϲ ταῖϲ ἐμαῖϲ θύραιϲ ἕϲτηκα καὶ μεταλαβεῖν εἰϲ τὸ πρὸϲ ταῖϲ θύραιϲ μου ἕϲτηκα, πρὸϲ ταῖϲ ἐμαυτοῦ νῦν θύραιϲ ἕϲτηκ᾿ ἐγῶ {Menandri fr. CCXCII M. 830 K. },καὶ πάνυ ἀναγκαίωϲ τοῦ Μενάνδρου τὴν ϲύνθετον παραλαβόντοϲ, ϲυμφερομένην ὀρθοτονουμένῃ τῇ ἕϲτηκα ἐγώ· ἔμφαϲιν γὰρ ἔχει ὡϲ οὐ πρὸϲ ταῖϲ ἄλλου.