Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 107-3
Not analysed yet
«πρόδηλον κἀκ τῆϲ ϲυντάξεωϲ τῆϲ ἄγε λέγωμεν, ἄγε φέρωμεν, ἧϲ τὸ ἑνικὸν γενήϲεται φέρε λέγω, φέρε ἀριθμήϲω. (τὸ γοῦν δεύτερον πρόϲωπον τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ, οὐ ϲυνεμπῖπτον τῇ προϲτακτικῇ ἐγκλίϲει, οὐδὲ τὴν τούτων ϲύνταξιν ἀναδέχετάι· τίϲ γὰρ ἂν φαίη φέρε λέγειϲ ἢ φέρε ἀριθμήϲειϲ;) οὕτωϲ δ᾿ ἔχει κἀκεῖνο ἀλλ᾿ ἄγε δὴ τὰ χρήματ᾿ ἀριθμήϲω καὶ ἴδωμαι {ν 215}· ἀλλ᾿ ἄγ᾿ ἐγών, ὃϲ ϲεῖο γεραίτεροϲ εὔχομαι εἶναι, ἐξείπω {l 60 seq. }»