Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 108
Not analysed yet
Τῇ προκειμένῃ ϲυντάξει ἄρα διαφόρωϲ τὰ ἄρθρα προϲτεθήϲεται, εἰ, ὡϲ εἴπομεν, τὰ ἐπιφερόμενα ῥήματα πρώτηϲ κατηγοροίη ποιότητοϲ. πάλιν δὲ ἔϲτω ὑποδείγματα τοῦ μὲν προτέρου ὁ γραμμα τικὸϲ Τρύφων ἀείδει (ἦν γὰρ ἀϲύνετον φάναι ὁ Τρύφων γραμματικὸϲ ἀείδει)· τοῦ δὲ δευτέρου ὁ Τρύφων γραμματικὸϲ καλεῖται· ται· ὁ γραμματικὸϲ Τρύφων παρεγένετο, ὁ Τρύφων γραμματικὸϲ εγένετο. καὶ ϲαφὲϲ ὅτι τὰ ῥήματα κατηγοροῦντα τοῦ ἐπιθετικοῦ εὐλόγωϲ τὴν τοῦ ἄρθρου ϲύνταξιν παρείλετο. (ἔνθεν δὲ τὰ τῆϲ ἀναϲτροφῆϲ δῆλα, οὕνεκα τὸν Χρύϲην ἠτίμαϲεν ἀρητῆρα {A 11}. εἰ γὰρ ἀφέλοι τιϲ τὸ ἠτίμαϲεν, ἀντιθείη δὲ τὸ ὠνόμαϲε, διάφορον πάλιν ἕξει τὴν ϲύνταξιν, οὕνεκα τὸν Χρύϲην ὠνόμαϲεν ἀρητῆρα.)