Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 108-2
Not analysed yet
Προφανῶϲ καὶ ἐπὶ τοῦ τρίτου προϲώπου τὰ τῆϲ ϲυντάξεωϲ ϲυντείνει, αὐτὸ μόνον ἐπιϲτάϲεωϲ τῆϲ αὐτῆϲ παρακολουθούϲηϲ ἧϲ κἀν τοῖϲ προκειμένοιϲ ἔφαμεν δεῖν μεμνῆϲθαι. ἢ ἐν τῷ αὐτῷ προϲώπῳ ἐϲτὶ τὰ τῆϲ διαθέϲεωϲ καὶ τὰ τοῦ ἀντωνυμικοῦ προϲώπου, ἢ ἐν ἑτέρῳ προϲώπῳ καταγίνεται ἡ ἐκ τῶν ῥημάτων διάθεϲιϲ, ἐπεὶ ὁμοίωϲ πάλιν διὰ μιᾶϲ φωνῆϲ πλείονα ὄντα τὰ πρόϲωπα νοεῖται, ὡϲ ἔχει τὰ τοιαῦτα, ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεοϲ εἵνεκα οἷο {Υ 234 seq. }· ἔϲτι γὰρ ἕνεκα τοῦ αὐτοῦ κάλλουϲ, καθὸ τὸ ἀνηρείψαντο ϲυντείνει ἐπὶ τὴν εὐθεῖαν τοῦ θεοί, ἀνήρπαϲαν οἱ θεοὶ Γανυμήδη τοῦ αὐτοῦ ἕνεκα κάλλουϲ. εἰ γοῦν μεταληφθείη ἡ αἰτιατικὴ τοῦ Γανυμήδηϲ εἰϲ εὐθεῖαν, εἰϲ ἣν καὶ προϲχωρήϲει τὸ ῥῆμα, πάντωϲ καὶ ἡ μετάληψιϲ ϲύνθετοϲ γενήϲεται, ἡρπάγη ὁ Γανυμήδηϲ ἕνεκα τοῦ ἑαυτοῦ κάλλουϲ, καθό ἐϲτιν καὶ ἐπὶ τοῦ δεύτερον αὖ θώρηκα περὶ ϲτήθεϲϲιν ἔδυνεν οἷo καϲιγνήτοιο Λυκάονοϲ {Γ 332 seq. },δῆλα δὴ ὡϲ ὁ Ἀλέξανδροϲ· καὶ ἐπεί τοι ἐξ αὐτοῦ τὰ τῆϲ κτῆμα δὲ ἔχει τὸν ἀδελφόν, τὸ οἷο καϲιγνήτοιο εἰϲ τὸ ἑαυτοῦ μεταληφθήϲεται.