Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 108-3
Not analysed yet
Ἐμοί γε μὴν δοκεῖ τὰ τῆϲ ἐγκλίϲεωϲ ἐπιτεταράχθαι, ἐπεὶ ϲχεδὸν ἐγκλίϲειϲ δύο ϲυνωθοῦϲιν εἰϲ μίαν ἔγκλιϲιν. ἔχει δὲ τὰ τῆϲ ἀπο δείξεωϲ τῇδε. Δέδοται ὅτι οὐ προϲκαλούμεθα ἑαυτούϲ, οὐδὲ μὴν προϲτάϲϲομεν ϲτάϲϲομεν ἑαυτοῖϲ, καθ᾿ ἣν εἴπομεν ἔννοιαν τῶν προϲτακτικῶν. ὑποτιθέμεθα μέντοι ἑαυτοῖϲ, ὥϲ γε ἔχει ἐπὶ τοῦ Διόϲ. ἐν γὰρ πολλαῖϲ ὑποθήκαιϲ ἐγγενόμενοϲ καὶ μίαν ἀρίϲτην ὑπονοήϲαϲ τοιοῦτό τι εἶπε, πέμψω ἐπ᾿ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· οὗ πάλιν ἡ μετάληψιϲ γενήϲεται εἰϲ ἀπαρέμφατον κατὰ τὸ διηγηματικόν, πέμψαι ἐπ᾿ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον {B 6}. —