Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 109-2
Not analysed yet
Ἔτι τὸ ἑή τέ μιν ὤλεϲεν ἀλκὴ {Π 753} τὴν τοῦ ῥήματοϲ διάθεϲιν ἔχει ἐκ τοῦ κτήματοϲ, ἐφ’ ἧϲ πάλιν ϲυντάξεωϲ ἁπλῆ μετάληψιϲ γενήϲεται, ἡ αὐτοῦ ἀλκὴ αὐτὸν ἀπώλεϲεν. εἰ γοῦν ὁ λέων τὰ τῆϲ διαθέϲεωϲ μεταλάβοι ὡϲ ἐπὶ τὸ κτῆμα, τὴν ἀλκήν, γένοιτο ἂν ἑὴν ὤλεϲεν ἀλκήν, τουτέϲτιν τὴν ἑαυτοῦ· εἰ δὲ γένοιτο ἄλλο τι πρόϲωπον τὸ ῥῆμα ἀναδέξαϲθαι, ὡϲ εἴ τιϲ ἐφ’ Ἡρακλέουϲ φαίη καταγωνιϲαμένου τὸν λέοντα ἑὴν ἀλκὴν ὤλεϲεν, ἔϲται ἁπλῆ πάλιν ἡ ἀντωνυμία, τὴν ἀλκὴν ὤλεϲεν αὐτοῦ, τοῦ λέοντοϲ. —